1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

60

σκώπτοντες εἰς αὐτὸν ἀεὶ ἔλεγον· Ἐλθέτω. Ἀλλ' ἐγὼ, φησὶν, οὐκ ἀπέκαμον καὶ ὀνειδιζόμενος. *Σὺ ἐπίστασαι τὰ ἐκπορευόμενα ἐκ τῶν χειλέων μου πρὸ προσώπου σου. Τουτέστι, Σὺ οἶδας, ὅτι ἀληθεύω. *Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ. Τουτέστι, Μὴ ὀφθείην ψευδόμενος, μή ποτε διαχειρίσωνταί με. 64.920 *Καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ. Οὐχὶ τὸ αὑτοῦ ζητῶν ἐνταῦθα ταῦτά φησιν· ἀλλ' ἐπειδὴ ἐκοινώνει αὐτοῦ τῇ αἰσχύνῃ ἡ προφητεία διὰ τοῦτό φησιν· εἰ γὰρ ἐπιμένοντες τοῖς δεινοῖς ἔμελλον μὴ δώσειν δίκην, κατῃσχύνθη ἂν ὁ προφήτης. *Τουτέστι, ∆ίκην δότωσαν οὗτοι, καὶ μὴ ὀφθείην ἐγὼ ψευδόμενος. ∆ισσὸν σύντριμμα. Τί ποτε τοῦτό ἐστιν; Ἐπειδὴ οὐδαμοῦ εἶπε· ∆ιπλᾶ ἀνταποδώσω τὰ ἁμαρτήματα ταύτης· οὗτος σωφρονιστικὸς ὁ λόγος ἐστίν. *Τάδε λέγει Κύριος· Φυλάσσεσθε ταῖς ψυχαῖς ὑμῶν, καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, καὶ τὰ ἑξῆς. Προσετάχθησαν ἀργεῖν τὸ Σάββατον, ἐπὶ τῷ ἐξιλεοῦσθαι τὰ ἁμαρτήματα. Οἱ δὲ ἐμπορίας πρόφασιν ἐποιοῦντο τὴν ἡμέραν, καὶ συναλλάγματα εἰργάζοντο. Κωλύει τοίνυν αὐτοὺς ταύτης τῆς πράξεως.

ΚΕΦΑΛ. ΙΗʹ.

Ἀνάστηθι. Τίνος ἕνεκεν αὐτὸν εἰς τὸ κεραμεῖον κατάγει; ἐπειδὴ ἔλεγον, Ποῦ ἐστιν ὁ λόγος τοῦ Θεοῦ; Ἐλθέτω, καὶ ἐνόμιζον αὐτὸν μὴ δύνασθαι, κατάγει αὐτὸν ἐκεῖ. Τίνος οὖν ἕνεκεν καὶ τῆς θεωρίας ἐδέησεν; Οὐ γὰρ ἐνῆν εἰπεῖν καθὼς ὁ κεραμεὺς, Οὐ δυνήσομαι; Ἀλλὰ πιστικώτερον καὶ ἐναργέστερον ἐποίει τὸν λόγον ἡ ὄψις. Καὶ κατέβη. Τί βούλεται ἡ ἀνάπαυσις Forte ἀνάπλασις; Ὅτι καὶ πεσόντας ὑμᾶς ἀνανεῶσαι δυνήσομαι. Οὕτως εὔκολον ἐμοὶ πάντα ποιεῖν. Ἰδοὺ ὡς ὁ πηλός. ∆ιεπέσατε καὶ ὑμεῖς, δυνήσομαι διορθώσασθαι ὑμᾶς. Πέρας λαλήσω. Μὴ γὰρ ἐπειδὴ εἶπον ἅπαξ, ἐκβῆναι δεῖ; Ἔστιν ὑμῖν σωτηρίας ἐλπὶς, ἐὰν προσέχητε ἑαυτοῖς καὶ μεταβάλησθε. Μήτε γοῦν ἐπὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς πατέρας θαῤῥήσητε, μήτε ἐπὶ τοῖς κακοῖς τοῖς περὶ ὑμῶν λεγομένοις ἀπογνῶτε. Τίνος ἕνεκεν ἔτι πλάσω; ἔτι λογίζομαι; διδοὺς ὑμῖν αὐτοῖς προθεσμίαν μετανοίας. Καὶ εἶπαν, κ. τ. λ. Τί τούτου γένοιτο ἂν χεῖρον; Ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ. Ὥσπερ ἐκεῖνα ἀνάγκη εἶναι, οὕτω καὶ ὑμᾶς ἀνάγκη· καὶ πολλῷ μᾶλλον τῶν φυσικῶν, τοῦτο ἀναγκαιότερον ἦν, καὶ οὐχ οἷόν τε διαπεσεῖν. Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; Ἢ ἐκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; Ἀκρώρειά τις ἦν πέτρα καλουμένη Μαστοί. Λέγει τοίνυν, ὅτι ὥσπερ οὐκ ἔνεστιν ἐκεῖθεν ἐκλείπειν ὕδωρ, ἢ χιόνα τοῦ Λιβάνου, καὶ ὕδωρ φερόμενον βιαίως οὐκ ἄν, ποτέ τις παρατρέψειε, μὴ κατ' εὐ 64.921 θεῖαν φέρεσθαι, οὕτως ὁ λαὸς καὶ ἀδιαλείπτως ἥμαρτε, καὶ σφοδρῶς εἴχετο τῆς παρανομίας. Ὅτι ἐπελάθοντό μου. Οὐχ ὡς ἐκεῖνα ἴσ. οὐ τόσον ἐκ. θαυμαστὰ εἰ παρέβη ὡς ταῦτα. Ὅταν γὰρ μηδὲν κέρδος ᾖ ἀπὸ τῆς ἀποστάσεως, πῶς οὐ θαυμαστόν; *Καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιστῆναι τρίβους οὐκ ἐχούσας ὁδόν. Σχοινίοις, τουτέστι, τῆς γῆς τὴν κληρονομίαν· ἀσθενήσαντες τοίνυν ἐντεῦθεν, φησὶν, ἐξελεύσονται, ὥστε αὐτὸν πορευθῆναι, καὶ ξένην ὁδόν· ἵνα εἴπῃ τὴν τῆς αἰχμαλωσίας. ∆ιὰ τοῦτο καὶ σωματικῶς αὐτοῖς συνέβη· τοιαύτην ὥδευσαν ὁδὸν ἄβατον καὶ τραχεῖαν, ὡς πάντας κινεῖν κεφαλὰς αὐτῶν. Ὅταν γὰρ μεγάλα ᾖ τὰ δεινὰ, οὐδὲ λόγῳ παριστῶμεν αὐτὰ, ἀλλὰ συριγμῷ καὶ κινήσει κεφαλῆς. *Ὡς ἄνεμος καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. Τουτέστιν, ὡς ἐν καύσωνι ἄνεμος θερμὸς σφοδρῶς φλέγειν οἶδε τὰ εὔθρυπτα· οὕτω καταναλώσω τοὺς Ἰουδαίους. *Καὶ εἶπον· ∆εῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν