61
εἰργάσατο ἀναλαβὼν γὰρ ἀντὶ τῆς φυσικῆς φιλίας ἔριδα πρῶτος φόνῳ τὴν γῆν ἐκαίνισεν, οὕτως καὶ Στέφανος ὁ τρισμακάριος πρῶτος τῷ οἰκείῳ αἵματι τὴν γῆν διὰ τῶν εὐσεβῶν ἀγωνισμάτων ἡγίασεν, ἀνὴρ τοῖς χρόνοις τῶν ἀποστόλων δεύτερος, τοῖς δὲ ἀνδραγαθήμασι πρῶτος. 12.2.3 Καί μοι μὴ ἀγανακτήσῃς Πέτρε, μὴ ἀχθεσθῇς Ἰάκωβε, μὴ δυσχεράνῃς Ἰωάννη, εἰ μὴ μόνον συγκρίνω τῇ ὑμετέρᾳ φιλοσοφίᾳ τὸν ἄνδρα, ἀλλ' εἴ τι καὶ πλέον αὐτῷ νέμειν ἐθέλω· μᾶλλον γάνυσθε, ἄφθονοι γάρ ἐστε πατέρες καὶ τοῖς κατορθώμασι τῶν υἱῶν ἐπαγάλλεσθε καὶ ἡδέως νικᾶσθε παρὰ τῶν τέκνων εἰς ἀρετήν. Εἰ γάρ τι καλὸν καὶ μέγα παρὰ Στεφάνῳ, τοῦτο πάντως ὑμέτερον, τῶν παιδευτῶν ἐκείνου καὶ μυσταγωγῶν. 12.2.4 Ἡ γὰρ τῶν ἀθλητῶν εὐδοκίμησις δόξα γίνεται τοῦ παιδοτρίβου. ∆ιὸ μικρὸν ὑμᾶς παραιτησάμενος ἐρῶ μετὰ παρρησίας ἅ μοι δίδωσιν ἡ ὑπόθεσις εἰς συνηγορίαν τοῦ κατὰ Χριστὸν ἀριστέως. 12.3.1 Πρεσβύτερος εἶ τῶν μαθητῶν, ἅγιε Πέτρε, καὶ πρὸ πάντων τὸν Ἰησοῦν Χριστὸν κατήγγειλας. Ἔτι δὲ σοῦ τὸν λόγον τὸν εὐαγγελικὸν κηρύττοντος καὶ πόλιν ἐκ πόλεως μετιόντος καὶ χώραν ἐκ χώρας ἀμεί βοντος καὶ πονοῦντος τὸ κήρυγμα, οὗτος εἰσελθὼν εἰς τὸ στάδιον καὶ ἁρπάσας τῶν ἀγωνισμάτων τὸν στέφανον, μετελθὼν εἰς τὸν οὐρανὸν ἐδοξάσθη ἔτι σοῦ περὶ γῆν στρεφομένου· καὶ τὸ μεῖζον αὐτοῦ τοῦ Πατρὸς καὶ Υἱοῦ καλούντων αὐτὸν διὰ τῆς θαυμαστῆς ὀπτασίας. Οὕτως μὲν οὖν καὶ ὁ Πέτρος καὶ ἀρκεῖ τὰ εἰρημένα. Τολμηρὸν γὰρ ἐπὶ πλεῖστον περὶ πρωτείων ἁμιλλᾶσθαι πατράσιν. 12.3.2 Ἴδωμεν δὲ καὶ τὰ σά, Ἰάκωβε, ἀδελφὲ τοῦ Ἰωάννου. Εὐαγγελιστὴς εἶ τοῦ Χριστοῦ, θήραμα δεύτερον μετὰ Πέτρον. Καὶ τίς οὐκ ἂν ἀγασθείη σου τῆς πίστεως; Μόνον γὰρ ἐκλήθης καὶ μηδὲν μελλήσας ὑπήκουσας. Κατέλιπες μετὰ τῆς πορθμίδος καὶ τὸν πατέρα τὸν Ζεβεδαῖον· ἠκολούθησας δὲ καὶ τῷ Χριστῷ ὡς γνήσιος μαθητής. Ἔπαθες ὑπὲρ τῆς εὐσεβείας προθύμως, ὁμολογῶ· μαχαίρᾳ γάρ σε Ἡρώδης ὁ τύραννος διεχρήσατο, ἀλλὰ μετὰ Στέφανον πολλοῖς ὕστερον χρόνοις. 12.3.3 Καὶ τί τοὺς καθ' ἕκαστον ὀνομάζω, ὁπότε κατὰ πάντων ὁμοῦ τῶν ἁγίων τὸ τοῦ μαρτυρίου βραβεῖον ἀνείλετο, πρῶτος πρὸς τὸν διάβολον παραταξάμενος καὶ πρῶτος νικήσας, μιμη σάμενος τὸν ∆αβίδ, εἰ καὶ δι' ἀντιστρόφου τοῦ πράγματος; Λίθοις ὁ ∆αβὶδ τὸν Γολιὰθ ἐνίκησε, λίθοις καὶ Στέφανος τὸν διάβολον· ἀλλ' ὁ μὲν οἷς ἔβαλεν, ὁ δὲ οἷς ἐβλήθη. Ἡμεῖς δέ, ὁ Χριστοῦ λαός, ὡς ἡ στρατιὰ τότε τοῦ Ἰσραὴλ κράζωμεν καὶ εὐφημῶμεν τὰ ἐπινίκια ὡς παρόντα βλέποντες, ὡς ἑστῶτα θαυμάζοντες. 12.4.1 Καλὸς μὲν γὰρ ἅπας ὁ τῆς εὐσεβείας ὑπερμαχῶν, κἂν δεύτερος ἢ τρίτος τοῖς προαθλήσασιν ἐπιγένηται· οὐ μὴν τοιούτου θαύματος ἄξιος οὗπερ ὁ πρῶτος. Ὁ μὲν δεύτερος ζήλῳ τοῦ προλαβόντος ἐναχθεὶς πρὸς τὴν μίμησιν οὕτως ἑλκύσθη πρὸς τὴν σπουδήν· ὁ δὲ μηδενὶ καθηγεμόνι χρησάμενος, εὑρετὴς δὲ γεγονὼς τοῦ καλοῦ εἰκότως τὴν τοῦ πρωτείου δέχεται ψῆφον. 12.4.2 Μεγάλη οὖν ἡ τοῦ ἀνδρὸς προθυμία, διὸ μεγάλη καὶ ἡ τιμή· ἀθάνατος δὲ ἡ μνήμη, ἣν οὔτε λήθη ἐκάλυψεν οὔτε χρόνος ἠμαύρωσεν, ἀλλὰ γενεὰ ἐκ γενεᾶς διαδεχομένη τὰ διηγήματα ταύτην ἀπαραβάτως τὴν ἑορτὴν ἐπιτελοῦμεν, ἱερεῖς, λαός, παῖδες, ἄνδρες, γυναῖκες. Σκοπητέον δὲ καὶ τὴν ἱστορίαν αὐτήν, ἵνα ἐν χρῷ τῶν πραγμάτων γενόμενοι μᾶλλον τὸν ἄνδρα θαυμάσωμεν. 12.5.1 Πρῶτος ἦν τῶν κατὰ Χριστὸν διακόνων ὁ Στέφανος, ἡγιασμένος τῇ χάριτι, σκεῦος πεπληρωμένον τοῦ Πνεύματος, καθ' ἡμέραν βεβαιῶν τοὺς οἰκείους καὶ τοὺς πλανωμένους πρὸς τὴν εὐθεῖαν ὑποστρέφων ὁδόν. Ἐπειδὴ δὲ σφοδρότερον εἴχετο τῆς διδασκαλίας, καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἀποστόλους τοὺς ἐχθροὺς ἐλύπει καὶ πρὸ ἐκείνων τὸν πρῶτον δυσμενῆ τὸν διάβολον. Πυρώδεις γὰρ ἐκεῖνος τοὺς ὀφθαλμοὺς ἐφίστησι καὶ ἄγριον βλέποντας τοῖς μᾶλλον τῇ εὐσεβείᾳ συνισταμένοις. Ἤγειρεν οὖν αὐτῷ σύστημα τὸ τῶν Ἀλεξανδρέων γένος εἰς στάσιν ὀξύρροπον. Πάντως δὲ ἀκηκόατε τοὺς ἄνδρας τῆς πόλεως, ὅπως θερμοί τε εἰσὶ καὶ ζέοντες ἐπὶ πᾶν ὅπερ ἂν προχείρως