1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

61

λογισμὸν, ὅτι οὐκ ἀπολείπεται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. ∆εῦτε, καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. Ὃ λέγει τοῦτό ἐστιν· Εἶπον, φησὶ, παρ' ἑαυτοῖς, ὅτι Οὐκ ἐνδέχεται προφήτου λόγον διαμαρτεῖν, ὥσπερ οὐδὲ ἱερέως χρησμόν· νόμον γὰρ λέγει τὸν διὰ τοῦ ἐφοὺδ λόγον λεγόμενον· ἵνα τοίνυν, φησὶ, μὴ εἰς ἔλεγχον ἡμῶν καθιστάμενος ἐλέγχῃ τὰς παρανομίας, καὶ λέγῃ τὰς συμφορὰς, σκευωρησάμενοι αὐτὸν ἀνέλωμεν. Τὸ δὲ, Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, τουτέστιν, εὕρωμεν αὐτῷ ἁμαρτίαν, ἢ εἰς Θεὸν, ἢ εἰς βασιλέα, ἵνα οὕτως εὐπροσώπως τὴν κατ' αὐτοῦ ἐνέγκωμεν ψῆφον. Ὅρα, πῶς ἐπίστευον τοῖς λεγομένοις. Ὢ τῆς ἀνοίας! Ὁ τοσαύτην δοὺς ἰσχὺν τῷ προφήτῃ, καὶ ἱερεῖ ὄντι, οὐ πολλῷ μᾶλλον αὐτοῦ φείσεται; συγκόπτεις τὸν ἰατρὸν, τὸν διδάσκαλον, τὸν ὁδηγόν· σβεννύεις τὸ φῶς, ἵνα μὴ βλέπῃς, πῶς λοιδορεῖ; Καὶ ἀκουσόμεθα τῶν λόγων ἐκ στόματος αὐτοῦ. Τοῦτό φησιν· Ἐκκόψωμεν αὐτοῦ τὴν φωνὴν, καὶ ἐξέλωμεν τὴν γλῶτταν· τὸν ἔλεγχον στήσωμεν, παύσωμεν τὸν κατήγορον. Τί γὰρ Ἱερεμίας γλώσσῃ βοᾷ; Οὐχὶ τὰ πράγματα βούλεσθε μὴ ἀκούειν; Παύσασθε τὰ τοιαῦτα ποιοῦντες, ἐφ' οἷς ὑμῶν κατηγορεῖ ὁ προφήτης, νῦν δὲ ταῦτα ποιοῦσιν· ὥσπερ ἂν εἴ τις κάμνων πρὸς ἑαυτὸν μὲν μὴ ὀργίζοιτο, ὅτι πυρέττοι διὰ ῥᾳθυμίας, τοὺς δὲ ἐλέγχοντας καὶ λέγοντας, ὅπως στήσεται τὸ κακὸν, διώκοι καὶ ἀποστρέφοιτο. Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά. Πολλὴ ἡ κακία, καὶ ἡ θηριωδία ὑπερβάλλουσα, καὶ ἔσχατος πονηρίας ὅρος. Εἰ γὰρ τὸ μὴ ἀνταποδι 64.924 δόναι κακὰ ἀντὶ κακῶν προστετάγμεθα, ἀλλὰ καὶ ἀγαθὰ ἀντὶ κακῶν. Εἰ ὁ μηδὲν παθὼν ἀγαθὸν, ἀδικῶν ἄδικος· ὁ μετ' εὐεργεσίας τοιοῦτος ὢν, ποῦ τετάξεται; Οὐκ ἔχει φύσιν ἡ κακία, φησὶν, ἡ τούτων, πάντα λόγον ὑπερβαίνει τὰ τῆς πονηρίας αὐτῶν. Ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι. Τουτέστι, τὴν τιμωρίαν ἀποκρυψάμενοι ὡς φίλοι προσῄεσαν. Τινὲς δὲ ἔφασαν, ὡς γυναῖκα αὐτῷ ἐπέῤῥιψαν· ἕωλον δέ· οὐ γὰρ ἂν αὐτὸ ἐσιώπησεν ὁ προφήτης. Μνήσθητι, Κύριε. Καίτοι ταύτης μεῖζον τί γένοιτ' ἂν τῆς εὐεργεσίας, ἢ τὸν Θεὸν ἐκπεπολεμωμένον ἐθελῆσαι καταλλάξαι αὐτούς; ἀλλ' οὐκ ἠθέλησαν. ∆ιὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν. Εἶτα κατεύχεται αὐτῶν ἀράς τινας χαλεπάς· τοὺς γὰρ τοιούτους κἂν ἀναιρεθῆναι ἐχρῆν, πολλάκις ἐπιβουλευθεὶς οὐκ ἀπέστη, καὶ οὐδὲν πλέον ἐγένετο. Γενέσθωσαν αἱ γυναῖκες. Παντελῆ ἀναίρεσιν ἐνίων κατεύχεται, ἵνα μὴ ἐπιμένοντες, τοὺς λοιποὺς βλάπτωσι· καὶ κραυγὴν ἀξιοῖ γενέσθαι, ὥστε διάδηλον εἶναι τὴν συμφοράν.

ΚΕΦΑΛ. ΙΘʹ. *

Τότε εἶπε Κύριος πρός με· Βάδισαι, καὶ κτῆσαι βίκον ὀστράκινον πεπλασμένον. Τουτέστι ξέστην. Καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τεθνηκότων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν θυρῶν τῆς πύλης τῆς Χαρσίδις. Πολυάνδριον τεθνηκότων λέγει τὸν τόπον ἔνθα ὁ Ἀσσύριος ἀνῃρέθη, καὶ τῶν Ἰουδαίων ὑπὸ τοῦ Χαλδαίου πολλοὶ διεφθάρησαν. Ὡς οὖν τόπου ὑπομνῆσαι αὐτοὺς, καὶ τῆς προτέρας εὐεργεσίας, καὶ τῆς μετὰ ταῦτα τοῦ Θεοῦ ἀποστροφῆς, ἐπὶ τοῦ τόπου ἐκείνου προσέταξεν εἰπεῖν, ἅπερ ἔμελλε λέγειν ὁ προφήτης. Καλῶς αὐτὸν εἰς τὸν τόπον παραπέμπει τῶν ἁμαρτημάτων, ἔνθα ἐθυμίων, φησὶ, τῷ Βάαλ, καὶ τοὺς υἱοὺς αὐτῶν κατέκαιον πυρί. *Καὶ οἱ βασιλεῖς Ἰούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθώων, καὶ ᾠκοδόμησαν τὰ ὑψηλὰ τῷ Βάαλ. Ὑψηλὰ, κατὰ τὸ σύνηθες τῆς θείας Γραφῆς, τοὺς βωμοὺς λέγει. Βάαλ δὲ νῦν τὸ εἴδωλον αὐτό. *Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ, ὁλοκαυτώματα τῷ Βάαλ. Ἕτερον εἶδος ἀσεβείας