1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

62

λέγει, ὃ τελευταῖον ἐπενθήθη. Ἐγκαλέσας γὰρ αὐτοῖς, ὡς εἴδωλον ποιήσασι, καὶ περὶ τὴν τοῦ Πλούτωνος θεραπείαν ἐσχολακόσι, μετὰ τὴν τοῦ Σεναχηρὶμ ἀναίρεσιν· Τούτῳ τοίνυν, φησὶ, τῷ εἰδωλίῳ ὁλοκαυτώματα ἐποιεῖτε τῷ τοῦ Πλούτωνος, ὡσανεὶ κρείττους τοῦ θανάτου ἐσόμενοι. Καὶ ὅτι περὶ τούτου λέγει, μηνύει τὰ ἀκόλουθα. Φησὶ γάρ· *∆ιὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, 64.925 καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ διάπτωσις, καὶ πολυάνδριον υἱοῦ Ἐννώμ. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· ∆ιάπτωσις τοῦ Τοφὲθ, ὅπερ ἐστὶ, Βωμὸς τῆς κόρης. Υἱοῦ δὲ Ἐννὼμ ἡρμήνευσαν, ἀπὸ τοῦ τὸν τόπον τοῦ Ἐννὼμ εἶναι· σαφεστέρα δὲ κεῖται ἡ ἔννοια παρὰ τῷ Ἑβραϊκῷ διελέγχουσα αὐτῶν τὴν ἀσέβειαν. Ἀλλὰ τὸ πολυάνδριον τῆς σφαγῆς, τουτέστιν, κοιλὰς σφαγῆς· οὕτω γὰρ ὁ Ἑβραῖος ἔχει. Σημειωτέον δὲ καὶ ἐνταῦθα, ὡς τὸ πολυάνδριον, ἀπὸ τοῦ πλήθους τῶν ἀναιρεθέντων ἡρμήνευσαν αὐτὸ οἱ ἑρμηνεύσαντες. Ὅτι δὲ περὶ τοῦ Τοφὲθ νῦν διαλέγεται, ὅπερ ἡρμήνευσεν υἱοῦ Ἐννὼμ, μηνύει προϊών. Φήσας γὰρ, ὅτι συνέτριψε τὸν βίκον κατὰ πρόσταγμα τοῦ Θεοῦ, ἐπάγει· Τάδε λέγει Κύριος. Ὥστε ἀνίατον εἶναι τὴν πληγὴν αὐτῆς, ἔδωκα ὑμῖν σωτηρίας ἐλπίδα· εἶπον· Ἀποστρέψω τὸ ἔθνος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν βασιλείαν οὐ προσέσχετε. Ἀναιρῶ καὶ ταύτην τὴν παραμυθίαν, ἐκκόπτω καὶ ταύτας τὰς ἐλπίδας. *Καὶ ἔσονται οἱ οἶκοι Ἱερουσαλὴμ, καὶ οἱ οἶκοι βασιλέων Ἰούδα, καθὼς ὁ τόπος ὁ διαπίπτων. Τουτέστιν, ὅπου ἔπεσαν οἱ Βάρβαροί ποτε τῇ πόλει ἐπελθόντες. Πάντες οἱ οἶκοι βασιλέων Ἰούδα ὡς τόπος τοῦ Τοφὲθ ἕνεκεν τῶν ἀκαθαρσιῶν, ὧν ἐποίησαν ἐν πάσαις ταῖς οἰκίαις. Ἐθυμίων ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Τουτέστιν, οὕτω καὶ νῦν διαπεσεῖται πᾶς Ἰούδας, καὶ τῶν βασιλέων οἱ οἶκοι διὰ τὸν τόπον τοῦ Ταφὲθ, τουτέστι, τὸν βωμὸν τοῦ Πλούτωνος, καθὼς διέπεσον οἱ ἐπελθόντες τῇ πόλει. Καὶ προϊών φησι· *Καὶ ἐν τῷ Ταφὲθ θάψουσι παρὰ τὸ μὴ ὑπάρχειν τόπον τοῦ θάψαι. Ἐπειδὴ οὖν περὶ πολλοῦ ποιοῦνται τὸν τόπον, καὶ ὡς θεὸν θεραπεύοντες, ἀκάθαρτον οὐδὲν εἰσῆγον, ἀπειλεῖ αὐτοῖς νεκρῶν πληρῶσαι τὸν τόπον.

ΚΕΦΑΛ. Κʹ.

Καὶ ἤκουσε Πασχώρ. Ὅρα πόσον ἔγκλημα, καὶ ἱερεὺς ἦν, καὶ ἱερέα, καὶ προφήτην, καὶ τοιαῦτα λέγοντα. Ὃν ἐχρῆν πενθεῖν, διεμάνθανε ἴσ. ὅτι ἐμάνθανε διά τε λόγων καὶ ἔργων τὴν πονηρίαν αὐτῶν, ἵνα μὴ θαυμάζῃ ἐπὶ τῇ αἰχμαλωσίᾳ. Καὶ ἐπάταξε Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταῤῥάκτην, τουτέστιν, εἰς τὸ συγκλειστήριον. Ὃς ἦν ἐν πύλῃ Βενιαμὶν οἴκου ἀποτεταγμένου, τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου. Οἴκου ἀποτεταγμένου, τουτέστι, φυλακῆς· καταῤῥάκτην δὲ, ἀπὸ τοῦ σχήματος ὠνόμασεν· ὑπερῴου δὲ, διὰ τὸ ἐν τῇ αὐλῇ εἶναι, ἵνα εἴπῃ, ὑπαίθρου· τὸ δὲ, ὃς ἦν ἐν οἴκῳ Κυρίου περὶ τοῦ Πασχὼρ λέγει, ἀντὶ τοῦ, Ὁ ἱερεὺς ὁ ἐν τῷ οἴκῳ σχολάζων, οὗτος αὐτὸν τῷ ἐγκλειστηρίῳ παρέδωκεν. Καὶ εἶπεν αὐτῷ Ἱερεμίας. Πῶς οὐκ ἐφοβήθη ταῦτα εἰπεῖν οὗτος; Πῶς δὲ 64.928 ἐκεῖνος ἐξέβαλεν; εἰ γὰρ καὶ ἐμίσουν τοὺς ἄνδρας ἴσ. τὸν ἄνδρα, ἀλλ' οὐκ ἠδύναντο περαιτέρω τὴν κακίαν ἐνδείκνυσθαι, τοῦ συνειδότος ἐλέγχοντος αὐτούς. Οὕτω καὶ Ἡρώδης τὸν Ἰωάννην· ἠγάπα γὰρ, τοσοῦτον μόνον, μὴ ἀκούειν τὰ λεγόμενα. *Οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σοι, ἀλλ' ἢ μέτοικον κύκλωθεν. Ὁ Ἑβραῖος, παραβολὴν ἔφη, ἀντὶ τοῦ μέτοικον. Τὸ δὲ, κύκλωθεν, ἀντὶ τοῦ, πᾶσι τοῖς ἔθνεσιν. Ἡ δὲ κατὰ τούτου προφητεία ἀπέβη ἐπὶ τοῦ Ἰωακεὶμ καὶ Ἰεχονίου. Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην. Τάχα πολλοῖς δοκεῖ ὁ προφήτης οὗτος τολμηρῶς φθέγγεσθαι· νυνὶ δὲ τὸν Θεὸν ἀπατᾷν φησι, καὶ παίζειν εἰς