1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

62

βελτίους γένωνται τὰς ἀπειλὰς ἀκούοντες, τὴν διὰ τῆς πείρας κόλασιν διακρούσωνται· ἐὰν δὲ ἐπιμείνωσιν ἀναισθητοῦντες, τότε δὴ καὶ τὴν τιμωρίαν αὐτοῖς ἐπαγάγῃ. Τοῦτο συνιδὼν ὁ διάβολος καὶ τὸ κέρδος ἡλίκον ἐστὶν ἐννοῶν, τοὺς ψευδοπροφήτας ἀνῆκεν, οἳ τοῖς προφήταις ἀπειλοῦσι λιμούς, λοιμούς, πολέμους, βαρβάρων ἔφοδον, ἀντέλεγον, χρηστὰ ἀπαγγέλλοντες. Ὥσπερ γὰρ ὁ Θεὸς τῷ φόβῳ τῶν ῥημάτων ἐβούλετο τὴν διὰ τῆς πείρας ἀποκρούεσθαι τιμωρίαν, οὕτω καὶ ὁ διάβολος τοὐναντίον εἰργάζετο· τῇ χάριτι τῶν λόγων ἐκλύων καὶ ῥᾳθυμοτέρους ποιῶν, εἰς ἀνάγκην καθίστη τοῦ τὴν διὰ τῶν πραγμάτων ὑπομεῖναι τιμωρίαν. Εἶτα, ἐπειδὴ μετὰ ταῦτα τοῖς ψευδοπροφήταις πιστεύοντες καὶ ἀρετῆς οὐδένα ποιούμενοι λόγον, ἀλλὰ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐμμένοντες ἐφείλκοντο καὶ τὴν κόλασιν καὶ ἀπὸ τοῦ τέλους καὶ ἡ τῶν προφητῶν ἀλήθεια σαφῶς ἐδείκνυτο καὶ τὸ τῶν ψευδοπροφητῶν ψεῦδος διηλέγχετο, ἕτερον πάλιν κατασκευάζει μηχάνημα πρὸς ἀπώλειαν τῶν ἁλισκομένων. Ἀνέπειθε γὰρ αὐτοὺς εὐεξαπατήτους ὄντας, ὅτι δὴ ταῦτα [τὰ δεινὰ] τὰ συμβάντα ἀπὸ τῆς τῶν δαιμόνων ὀργῆς ἐγένετο, ἀμελουμένων παρ' αὐτῶν καὶ καταφρονουμένων. Τοῦτο τοίνυν τὸ δέλεαρ ἀναιρῶν ὁ Θεός, πρὸ πολλῶν ἄνωθεν χρόνων τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι δεινὰ προλέγει, ἵνα μὴ ἐξῇ τοῖς ἀπατῶσιν αὐτοὺς τῇ τῶν δαιμόνων ὀργῇ λογίζεσθαι τὰ συμβαίνοντα. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, ἄκουσον Ἡσαΐου λέγοντος· Ἔγνων ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. ∆ιὰ τοῦτο ἐξ ἀρχῆς ἐλάλησά σοι, ἵνα μὴ εἴπῃς, ὅτι τὰ εἴδωλά μοι <τοῦτο> ἐποίησε καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ τοῦτο παρεσκεύασεν. Οὔτε ἠπίστασο, οὔτε ἀκουστά σοι ἐγένετο. Ἐπεὶ οὖν, ὅπερ ἔφην, ὡς καὶ ἐκ τῆς μαρτυρίας ἔστιν ἰδεῖν, ἐκείνοις ταῦτα ἀνετίθεσαν, φθάνει ἡ προφητεία ταύτην ἀναιροῦσα τὴν ἀπάτην καὶ πρὸ πολλῶν αὐτὰ διαγορεύουσα χρόνων. Ἀλλ' ἐπειδὴ καὶ οὕτως εἰκὸς ἦν αὐτοὺς ἀγνωμονοῦντας λέγειν, οὐ προείπετε, οὐ προηκούσαμεν, νῦν πλάττεσθε μετὰ τὴν ἔκβασιν· οὐ γὰρ ᾔδειτε τὰ συμβησόμενα· πόθεν οὖν τοῦτο δῆλον ὅτι εἴρηται; ὅρα πῶς σαφῶς ἄφυκτον αὐτοῖς κατασκευάζει τὸν ἔλεγχον καὶ τὰ ἀναίσχυντα ἀπορράπτων στόματα. Οὐ γὰρ ἀφίησιν εἰπεῖν μόνον, ἀλλὰ κελεύει καὶ ἐν χάρτῃ γραφῆναι τὰ λεγόμενα καὶ οὐδὲ ἁπλῶς γραφῆναι, ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν ὅτι μετὰ ταῦτα ἔπλασεν, ἀλλὰ καὶ μάρτυρας καλεῖ τῶν γραμμάτων ἄνδρας ἀξιοπίστους καὶ ἀπὸ τοῦ ἀξιώματος καὶ ἀπὸ τοῦ τρόπου. Ποίησον γάρ μοι, φησί, μάρτυρας πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου· ἵνα ὅταν ἐξέλθῃ καὶ λέγωσιν ὅτι οὐκ ἐλέχθη ταῦτα πρὸ πολλῶν τῶν χρόνων, τὸ βιβλίον ἐξενεχθὲν καὶ οἱ μάρτυρες οἱ παρόντες καὶ ἀναισχυντοῦντας αὐτοὺς ἐπιστομίσωσι. ∆ιὰ τοῦτο φησι· Λάβε χάρτου τόμον καινόν, ἵνα μὴ παλαιωθεὶς ἀπόληται, ἀλλὰ μένῃ τῷ χρόνῳ παρεκτεινόμενος καὶ κατηγορῶν διὰ τῶν γραμμάτων αὐτῶν. Καὶ γράψον γραφίδι ἀνθρώπου, τουτέστι καλάμῳ, τὰ μέλλοντα ἔσεσθαι. Τίνα δὲ τὰ μέλλοντα; Πόλεμος, νίκη βαρβαρική, λαφύρων διανομή, σκύλων ἁρπαγή. Ταῦτα τοίνυν, φησίν, ἅπαντα γράψον, Τοῦ ταχέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Τί ἐστι, Πάρεστι γάρ; ∆ύο ταῦτα δηλοῖ αὕτη ἡ ῥῆσις· ὅτι τότε ἤδη τῶν ἁμαρτημάτων αὐτῶν τὸ μέγεθος ἀπῄτει τὴν δίκην καὶ ἐπὶ θύραις ἡ τιμωρία. Αὐτὸς δὲ ἀναβάλλεται, τῇ μακροθυμίᾳ βουλόμενος αὐτοὺς βελτίους ποιῆσαι καὶ ἀποκρούεσθαι τὴν τιμωρίαν· καὶ ὅτι ῥᾴδιον αὐτῷ καὶ εὔκολον νεῦσαι μόνον καὶ πάντα εἰς πέρας ἀγαγεῖν. Ἐπειδὴ γὰρ περὶ βαρβάρων ὁ λόγος ἦν τῶν μελλόντων ἐπιστρατεύειν, μὴ νομίσητε, φησίν, ὅτι τῆς ὁδοῦ τὸ μῆκος καὶ τῆς στρατείας τὸ πλῆθος μέλλησίν τινα ποιεῖ· ἅπερ ἐπ' ἀνθρώπων ἔσεσθαι πέφυκε.

8.2 Τῷ γὰρ Θεῷ πάρεστιν καὶ ὁ πόρρωθεν ὤν· οὕτως αὐτῷ ῥᾴδιον καὶ εὔκολον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ἐν ἀκαριαίῳ ἀπὸ τῶν ἐσχάτων τῆς γῆς, κἂν πλείους ὦσιν, ἀγαγεῖν εὐθέως καὶ ἐπιστῆσαι. Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους,