62
ξενίᾳ παραρριφείς; ὑπὲρ τίνος ἡ τιμιότης σου σὺν τοῖς ἀδελφοῖς ἐν Θεσσαλονίκῃ φρουρουμένη, Θεόσωστός τε ὁ ἡγούμενος διωκόμενος σὺν τοῖς φοιτηταῖς ἐκ τῆς αὐτῆς πόλεως, ἕτερός τε ἡγούμενος ἀμέτρως μαστιγωθεὶς τῶν ἐκεῖσε; ὑπὲρ τίνος Ναυκράτιός τε καὶ Ἀρσένιος οἱ ἀδελφοὶ ἕως δεῦρο ἀσφαλῶς καταφρουρούμενοι, Βασίλειός τε καὶ Γρηγόριος ὡσαύτως; ὑπὲρ τίνος Στέφανος ὁ ἐνάρετος ἡγούμενος σὺν πεντήκοντα μαθηταῖς μετανάστης ἐκ τοῦ οἰκείου φροντιστηρίου, σὺν ἑκατόν τε δέκα ἅμα ἐπισκόπῳ, πρότερον ἀναθεματικὼς τὴν μοιχοσύνοδον ὡς τὸ εὐαγγέλιον λύσασαν, καθὰ περιέχει τὸ ἀποσταλὲν παρ' αὐτοῦ γραμματεῖον; ὑπὲρ τίνος Ἀντώνιος ὁ εὐλαβέστατος ἡγούμενος ἐν φρουρᾷ εἰς τὸ Ἀμόριν, ὁμοίως τοῦ προτέρου σὺν τῇ κατ' αὐτὸν ἀδελφότητι ἀναθεματικὼς τὴν μοιχοσύνοδον; ὑπὲρ τίνος οἱ περὶ τὸν ἀδελφὸν Αἰμιλιανὸν ἐν Θυνίᾳ παρὰ τοῦ Νικομηδέως δεθέντες καὶ ἀχθέντες, πεῖράν τε μαστίγων καὶ ἐμπαιγμῶν λαβόντες, καταληϊσαμένων τῶν ἐπιπεσόντων αὐτοῖς τὰ τῆς μονῆς ὡς πολεμικὰ λάφυρα; ὑπὲρ τίνος ἐν Χερσῶνι δεδιωγμένος Λέων ὁ θεοσεβέστατος ἐπίσκοπος τὸ ἐπίκλην Βαλελάδης, Ἀντώνιός τε ὁ τετιμημένος ἡγούμενος σὺν δυσὶν ἄλλοις πεφρουρισμένος; ὑπὲρ τίνος ἐν Λιπάρει τῇ ὑπερέκεινα Σικελίας ἀδελφοὶ ἡμῶν ἐν φυλακῇ τηρούμενοι; ὑπὲρ τίνος οἱ περὶ Λιτόιον ἐν Χερσῶνι παραφυλαχθέντες κἀκεῖθεν ἐν φυλακῇ παραπεμφθέντες πρὸς τὸν βασιλέα, εἶτα φυλακισθέντες ἐν τῷ Βυζαντίῳ καὶ συντηρούμενοι ἐν μοναστηρίοις; Εἴπω πάλιν τὰ εἰς ἡμᾶς τοὺς τρεῖς; ὑπὲρ τίνος εἰς τὰ Ἀγαθοῦ τὰ παρὰ τοῦ βασιλέως διὰ τῶν σπαθαρίων δηλωθέντα ἡμῖν, ὡς "4ὑμεῖς ἀναθεματισμένοι ἐστὲ καὶ καθῃρημένοι παρὰ τῆς συνόδου"5; ὑπὲρ τίνος ἡ εἰς τὸν Ἅγιον Μάμαντα φυλακὴ μεμονωμένων τῶν τριῶν; ὑπὲρ τίνος ἡ ἐκεῖσε παρουσία τῶν αὐτῶν σπαθαρίων σὺν τρισὶ τοῖς παρὰ τοῦ ἀντιδόξου ἐπιφερομένοις ὑπαναγνωστικὸν καθαιρέσεως καὶ ἀναθεματίσεως ἡμῶν πάλιν; καὶ ἐπεὶ περιεφράξαμεν τὰ ὦτα καὶ τοῦ ἀκοῦσαι, ὑπὲρ τίνος ἡμεῖς μὲν ἐξόριστοι ἄλλος ἀλλαχοῦ καὶ ἐναπόκλειστοι, ὅ τε οἰκονόμος καὶ ὁ Ἀρσένιος οἱ ἀδελφοί, διωγμὸς δὲ τῶν ἄλλων ἀπὸ δυοκαίδεκα μιλίων τῆς Κωνσταντινουπόλεως, ὡς τοὺς μὲν ἐν σπηλαίῳ κατακρυβῆναι διὰ τὴν πρὸς ἡμᾶς λανθανόντως διακονίαν, μεταμφιασαμένων ἐσθῆτα λαϊκῶν, τῶν δὲ ὅλην ἡμέραν ὑπὸ πλάκαν ὑποδύντων καί, ἐπειδὴ οὐκ ἦν ἐν ἡμέρᾳ ἐμφανίσαι, νυκτὶ εἰς ἀλλήλους περιτρεχόντων; ὑπὲρ τίνος οἱ εὑρισκόμενοι κρατούμενοι ὑπὸ στρατιωτῶν καὶ ἐν τῷ πραιτωρίῳ φυλακισθέντες, εἶτα ἐξορισθέντες τῆς πόλεως; Καὶ ἵνα τὰ κατ' ἀρχὰς εἴπω, ὑπὲρ τίνος τὰ Στουδίου ὑπὸ στίφους στρατιωτῶν ἄφνω ἐπελθόντων φρουρούμενα, ὡς μηδὲ ἀναπνεῖν ἡμᾶς, τήν τε ἐκεῖσε ἄφιξιν τοῦ Νικαίας καὶ Χρυσοπόλεως εἰς τὸ δέξασθαι ἡμᾶς τὸν μοιχοζεύκτην, ὡς παρὰ τοῦ προηγησαμένου πατριάρχου ἐπιτραπέντα ποιῆσαι τὴν μοιχοζευξίαν; καὶ "4ἐπεί"5, φησίν, "4ἅγιος ὁ ἐπιτρέψας ὡς ὁ Χρυσόστομος, ἁγίου ἐστὶν οἰκονομία, καὶ δέξασθε ταύτην"5. ὑπὲρ τίνος ἡ ἐν νυκτὶ ἄρσις ἡμῶν τῶν τεσσάρων ἐκ τῶν ἐκεῖσε δι' ἄρχοντος καὶ στρατιωτῶν καὶ ἀπαγωγῆς πρὸς τὸν Συμεών, τὸν οὐκ οἶδ' ὅπως εἴπω, καὶ τὰ δι' αὐτοῦ παρὰ τοῦ βασιλέως δηλωθέντα εἰς τὸ δέξασθαι ἡμᾶς μετανενοηκότας καὶ εἰς ὅπερ ἕως δεῦρο ἐνέστημεν, ὡς οἰκονομίας γεναμένης; ὑπὲρ τίνος πάλιν κατάκλειστοι εἰς τὸν Ἅγιον Σέργιον καὶ πάλιν τοῦ Συμεὼν ἐκεῖσε παρὰ τοῦ βασιλέως ἄφιξις εἰς αὐτὸ τοῦτο; ὑπὲρ τίνος ἡ δι' ἀρχόντων παράστασις ἡμῶν ἐν τῇ πολυανθρώπῳ συνόδῳ, συγκαθεζομένων καὶ τριῶν τῶν μεγίστων ἀξιωμάτων; ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐκεῖσε ὑβριζόμενος καὶ κυκλόθεν περιστοιχιζόμενος καὶ ἀκούων, "4οὐκ οἶδας τί φλυαρεῖς, τί λαλεῖς"5; βοῶντός μου, "4πίπτει ὁ Πρόδρομος, λύεται τὸ εὐαγγέλιον, οὐκ ἔστιν οἰκονομία"5, κἀκείνων τὸ ἐπιλέγειν πολύ, ὅτι "4οἰκονομία"5 καὶ "4οὕτως οἱ ἅγιοι ᾠκονόμησαν καὶ ὁ ἐν ἁγίοις προηγησάμενος· ἴδε μάρτυρες, ὅτι ἐπέτρεψεν τὴν μοιχοζευξίαν"5, κἂν οὐκ ἔλεγον αὐτὴν οὕτως, ἀλλὰ καὶ τὸ εἰπεῖν μοιχοζεύκτην διεπρίοντο τοὺς ὀδόντας τοῦ οἱονεὶ