1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

63

ἡμᾶς· ἀλλὰ μὴ ἴδωμεν ὅτι ταῦτά φησι. Τῆς γὰρ ὀδύνης ἐστὶ τὰ ῥήματα· εἰ γὰρ καὶ προφήτης ἦν, ἄνθρωπος ἦν. Τίνος ἕνεκεν ἠπάτησάς με; εἰπών. Ὡς τεῖχος χαλκοῦν ὀχυρὸν θήσω σε, καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνταί σοι. Ἐπεὶ οὖν αὐτὸν οὕτω συνέκλεισε αὐτὸν οὕτω συνέκλεισαν, ταῦτά φησι· Καὶ μὴν οὐ περιεγένοντο· εἰ γὰρ ἀνεῖλον, ἔσβεσαν ἂν τὴν παῤῥησίαν. Ὅρα μοι τὰ ἀποστολικὰ ἐνταῦθα διατυπούμενα, ἀλλ' ἐκείνων οὐδεὶς οὐδέποτε τοῦτο εἶπεν, οὐδὲ ἀπωδύρατο. Ἀλλὰ καὶ τοὐναντίον φησὶ, Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Μὴ γὰρ τοῦτο ὁ Θεὸς ἐπηγγείλατο, μηδέν σε παθεῖν δεινὸν, τῷ μὴ ἴσ. ἢ τὸ μὴ πάσχοντα ἁλῶναι; *Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην· ἐκράτησάς με, καὶ ἐδυνήθης. ∆υσφορεῖ ἐπὶ τοῖς παρὰ τοῦ λαοῦ ὀνείδεσιν ὁ προφήτης· ὡς γὰρ ψευδομένου κατέδραμον ἐπεὶ μὴ παραχρῆμα τὴν τιμωρίαν ἐπήγαγεν ὁ Θεός. Ἐπάγει γοῦν· Ἐγενόμην εἰς γέλωτα πᾶσαν ἡμέραν. ∆ιετέλεσα μυκτηριζόμενος. Εἶτα ἐπὶ τίσιν, ἐπάγει, Ἐκράτησας. Ἴσχυσας ὡς δυνατὸς καὶ ἄκοντά με χειροτονῆσαι. Οὐ κίνδυνοι μόνον, οὐδὲ ἐπιβουλαὶ καὶ θάνατοι, ἀλλὰ καὶ σκώμματα, καὶ ὀνείδη, καὶ γέλως, καὶ ταῦτα οὐχ ἧττον ἐκεῖνον λυπεῖ. Ὅτι μικρῷ λόγῳ μου γελάσομαι. Τουτέστιν, ἐφ' αἷς προλέγω συμφοραῖς γελῶμαι, ὡς ψευδόμενος. Τὴν δὲ αἰτίαν μάλιστα τῆς λύπης, ἀπὸ τῶν ὑπὸ τοῦ Πασχὼρ εἰς αὐτὸν γενομένων ἔσχηκε. ∆ῆλος γάρ ἐστιν οὗτος, ὅτι ὡς δύσφημον καὶ ψευδόμενον ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, δίκας ἀπαιτῶν τῆς λοιδορίας. Ἀθεσίαν, καὶ ταλαιπωρίαν ἐπικαλέσομαι. Πολλὴ τοῦ δικαίου πρὸ τὸν Θεὸν παῤῥησία. Τοῦτο γὰρ βούλεται εἰπεῖν, ὅτι Ἐπιβοῶμαί σε, ὡς βιαζόμενος παρὰ σοῦ· εἶπες γὰρ κηρύξαι αἰχμαλωσίαν, καὶ ἠθέτησάς με οὐκ ἐπάγων τὴν τιμωρίαν, καὶ τὴν συμφορὰν, ἣν ἐκήρυξα τῇ πόλει. Τινὲς δὲ οὕτως ἡρμήνευσαν, ὅτι Ἐπαγγειλάμενός μοι, ὡς τεῖχος ποιεῖν χαλκοῦν, καὶ ὡς στῦλον σιδηροῦν ἅπασι τοῖς βασιλεῦσι προέτρεψας, καὶ τούτοις κηρύξαι ἐλπίσας τοῖς λόγοις, καὶ τρόπον τινὰ ἀπατηθεὶς, οὐκ ἂν ἐδυ 64.929 σάμην ἀνεδυσάμην τὸ προφητεῦσαι καὶ τὰ πάνδεινα ὑπομένων διατελῶ. Τουτέστι, γελασθήσομαι. Οὐκ ἤρκεσέ μοι, φησὶν, ἡ πικρία, ἀλλὰ καὶ γέλως· οὐκ ἤρκεσεν ἡ ὀδύνη τῆς ψυχῆς, ἀλλὰ καὶ χλευασία. Ὅτι ἐγενήθη. ∆ιατί οὐκ ἐκβαινόντων τῶν προλεγομένων ἁπάντων, ἐχλεύαζον καὶ ἐγέλων; Καὶ εἶπα· Οὐ μὴ ὀνομάσω. Ὅρα φιλοσοφίαν, πῶς ἐλάττωμα τηλικοῦτον οὐκ ἀπέκρυψε· πῶς τὴν ἀσθένειαν οὐ συνεκάλυψε τὴν ἑαυτοῦ· ἀλλ' ἐξεπόμπευσε καθάπερ ἔν τινι στήλῃ τὴν τῶν λογισμῶν ἀῤῥωστίαν. Καὶ ἐγένετο ὡς πῦρ. Περὶ τοῦ Πνεύματος, φησὶ, τοῦτο λέγει. Ἐκράτησας, καὶ ἄκοντά με ἐνέβαλες, ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Καὶ ποῖον κέρδος, εἰπέ μοι, κατὰ ἀνάγκην προφητεύειν; Ποία δὲ ἀρετή; Καὶ μετ' ὀλίγα· Ὁρᾷς ὅταν δέῃ τι γίνεσθαι τῶν χρησίμων, καὶ ἀνάγκην ἐπιτίθησιν ὁ Θεός. Οὐ γὰρ δεῖ δι' ἀτονίαν τὴν τούτου, τοὺς μέλλοντας ἀπόλλυσθαι κερδαίνειν leg. μὴ κερδαίνειν. Ὡς πῦρ καιόμενον φλογιζόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ πάρειμι πανταχόθεν, καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων ἐπ' ἐμὲ, καὶ τὰ ἑξῆς. Τό· Ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων ἐπ' ἐμὲ, καὶ τὰ ἑξῆς, ἀποδίδοται τῷ· Καὶ εἶπον· Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ ὀνομάσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Τὴν γὰρ αἰτίαν τῆς σιωπῆς τέθεικε. Τὸ δὲ, Ἐγένετο ἡ καρδία μου, ὡς πῦρ καιόμενον, καὶ τὰ ἑξῆς, ἐν μέσῳ κεῖται· ἡ δὲ ἔννοιά ἐστιν αὕτη, ὅτι Ἐγὼ μὲν μόνον ἐβουλευσάμην σιωπῆσαι, εὐθὺς δὲ ὡς πῦρ μου διέδραμε τὴν διάνοιαν, καὶ ὡς παρειμένος γέγονα, τουτέστιν, ὥσπερ ἡμίξηρος, ἀφωνίαν καταδικασθεὶς τρόπον τινὰ, καὶ κινεῖν τὰ μέλη οὐ δυνάμενος. Ἡ δὲ τῆς σιωπῆς αἰτία μοι γέγονεν οὐκ ἀπὸ τοῦ Θεοῦ καταφρονεῖν, ἀλλ' ἀπὸ τοῦ πολλὴν τὴν πονηρίαν τῶν ὁμοφύλων ὁρᾷν. *Ἐπισύστητε, ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ. Τουτέστι, Συμβούλιον ἐποιήσαντο κατ' ἐμοῦ, οὐχ οἱ τυχόντες, ἀλλ' οἱ δοκοῦντες εἶναι