1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

63

τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Μάρτυρας τίνος; Τοῦ χρόνου· ἵνα, κἂν τὰ γράμματα συκοφαντῆται, οἱ ζῶντες ἄνθρωποι καὶ παρόντες ἡνίκα ἐγράφετο καὶ τὸν χρόνον σαφῶς εἰδότες πότε ταῦτα ἐλέγετο, δυνηθῶσιν ἐπιστομίζειν τοὺς ἀναισχυντεῖν ἐπιχειροῦντας. Τῆς αὐτῆς ὑποθέσεως ἔχεται καὶ τὸ ἑξῆς, σαφέστερον ἐπάγον τὸν ἔλεγχον. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ῥημάτων αὐτῶν ἀκούσωμεν. Προσῆλθε γάρ, φησί, πρὸς τὴν προφῆτιν. Τὴν γυναῖκα τὴν ἰδίαν οὕτως ἐκάλεσεν ἴσως, διὰ τὸ καὶ αὐτὴν πνεύματος ἠξιῶσθαι προφητικοῦ· οὐ γὰρ ἐν ἀνδράσι τὰ τῶν χαρισμάτων εἱστήκει μόνον, ἀλλὰ καὶ εἰς τὸ γυναικεῖον διέβαινε φῦλον. Οὐ γὰρ ὥσπερ ἐν ταῖς βιωτικαῖς χρείαις διῄρηται τὰ γένη καὶ ἄλλα μὲν ἀνδρῶν, ἄλλα δὲ γυναικῶν τὰ ἐπιτηδεύματα, καὶ οὐκ ἂν δυνηθεῖεν τὰ ἀλλήλων ἀνταλλάξασθαι· οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν· ἀλλ' ἴσοι οἱ ἀγῶνες καὶ κοινοὶ οἱ στέφανοι. Καὶ τοῦτο καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ μετὰ ἀκριβείας ἴδοι τις ἂν καὶ παρὰ πάντα τὸν βίον συμβαῖνον. Ταύτῃ τοίνυν ὁμιλήσας νόμῳ γάμου, κύειν παρεσκεύασε. Καὶ ἐπειδὴ τὸ παιδίον ἐτέχθη, ἐπιτίθησιν αὐτῷ ὄνομα καινὸν καὶ παράδοξον, τὴν ἱστορίαν τῶν ἐσομένων ἔχον. Τί γάρ φησι; Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον· ἵνα κἂν τὰ γράμματα ἀπιστηθῇ τὰ ἐν τῷ τόμῳ κείμενα, ἡ προσηγορία τοῦ παιδίου τὴν ἱστορίαν τῶν ἐκβησομένων ἔχουσα καὶ πρὸ τῆς ἐκβάσεως τῶν γενομένων τεθεῖσα καὶ συνεχῶς παρὰ πάντα καλουμένη τὸν χρόνον, καὶ τῶν σφόδρα ἀναισχυντεῖν ἐπιχειρούντων ἀπορράψῃ τὰ στόματα. Ὅτι γὰρ οὐ μετὰ τὴν ἔκβασιν ἔπλασε ταῦτα ὁ προφήτης, ἀλλ' ἄνωθεν αὐτὰ προῄδει, καὶ οἱ σφόδρα ἀγνωμονεῖν ἐπιχειροῦντες ἠδύναντο πείθεσθαι, οἱ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ τὸ παιδίον ὁρῶντες καλούμενον καὶ τὴν διδασκαλίαν τῶν ἐσομένων συμφορῶν ἀνακηρύττον. ∆ιά τοι τοῦτο καὶ ἑρμηνεύει τῆς προφητείας τὴν δύναμιν καὶ τὸν χρόνον ἐπισημαίνεται μετὰ ἀκριβείας, οὕτω λέγων· ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ' ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις. Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· ∆ιὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥασὴν καὶ τὸν υἱὸν τοῦ Ῥωμελίου βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὅπερ ἔθος ἐστὶ τῷ Θεῷ μὴ μόνον τὰς τιμωρίας προλέγειν, ἀλλὰ καὶ τὰς αἰτίας τιθέναι, ὥστε καὶ ταύτῃ παιδεῦσαι τοὺς ἀκούοντας, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Εἰπὼν γὰρ τὴν τῶν ἀλλοφύλων διανομὴν καὶ τὰ σκῦλα καὶ προλέγων τὴν τῶν βαρβάρων ἔφοδον, λέγει καὶ τὴν αἰτίαν τοῦ πολέμου. Τίς δέ ἐστιν αὕτη; Ἡ ἀγνωμοσύνη τῶν τὴν πόλιν οἰκούντων. Ἐπεὶ γὰρ βασιλέα, φησίν, ἔχοντες, ἐπιεικῆ καὶ πρᾶον καὶ ἥμερον, ἀπεσκίρτησαν καὶ τυράννων ἐπεθύμησαν καὶ πρὸς ἀλλοτρίαν ἀρχὴν αὐτομολῆσαι ἠπείχθησαν, τὴν οἰκείαν εὐπραγίαν οὐ φέροντες, μετὰ πλείονος τῆς περιουσίας πληρώσω τὴν ἐπιθυμίαν αὐτῶν, βάρβαρόν τινα καὶ ἀνήμερον ἄγων ἄνθρωπον. Κέχρηται δὲ μεταφορικῶς ταῖς λέξεσι, τό τε ἦθος τοῦ ἐγχωρίου δηλῶν βασιλέως καὶ τὴν δύναμιν τοῦ βαρβάρου· ποιεῖ δὲ αὐτό, ὅπερ ἔφην ἀεί, τὸν λόγον ἐμφαντικώτερον κατασκευάζων. ∆ιὰ τοῦτό φησι· ∆ιὰ τὸ μὴ βούλεσθαι αὐτοὺς τὸ ὕδωρ τοῦ Σιλωάμ· οὐ περὶ ὕδατος λέγων, ἀλλ' ἐπειδὴ ἡ πηγὴ ἠρέμα καὶ ἀψοφητὶ πρόεισι, τὸ ἀτάρακτον καὶ ἐπιεικὲς τὸν τρόπον τοῦ τότε βασιλεύοντος τῇ ἠρεμαίᾳ τῶν ὑδάτων διεξόδῳ παραβάλλει καὶ Σιλωὰμ αὐτὸν καλεῖ, διὰ τὸ ἀνεπαχθὲς καὶ ἥμερον· ὃ μεγίστην φέρει τοῖς ἀρχομένοις κατηγορίαν, ὅτι μὴ βαρὺν ἔχοντες ζυγόν, νεωτερίζειν ἐπεχείρουν