1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

64

ἠπορημένος δεινῶς, ἀλλ' ἵνα τι καὶ σωματικώτερον εἴπω περὶ τοῦ ἐναερίου πνεύματος λόγον προφητικὸν μιμησάμενος, ὡς πρόσκαυμα χύτρας φέρων τὸ πρόσω πον καὶ τοὐναντίον ἢ προσεδόκα κατορθώσας καὶ δι' ὧν ἐνομίζεν χριστιανοὺς ἐλαττοῦν, δι' ἐκείνων πληθύνας τὸν τῶν μαρτύρων κατάλογον. 12.11.1 Τί δὲ καὶ πρὸς Παῦλον τὸν ἱερόν; Εἷς γὰρ ἦν καὶ οὗτος τῶν φονευτῶν, ἀληθὴς Βενιαμὶν λύκος ἅρπαξ. Εἰ γὰρ καὶ αὐτὸς μὴ ἐλίθαζεν, ἀλλ' ἐτήρει τὴν τῶν λιθαζόντων ἐσθῆτα καὶ ὑπηρέτει δήμου δημίου. Πλὴν ὅψομαί σε μετὰ μικρὸν τὸν σφριγῶντα νῦν καὶ θυμὸν ἄγριον πνέοντα ὥσπερ τινὰ γραῦν ἀσθενῆ χειραγωγούμενον, ὅταν μέλλῃς ἄγεσθαι πρὸς τὸν Ἀνανίαν τῆς ἀληθείας γευσάμενος. 12.11.2 Ἡδὺ δὲ σφόδρα γελάσομαι, ὅταν ἀκούσω σου τὰς ὑπὲρ τοῦ εὐαγγελίου θλίψεις ἐξηγουμένου καὶ μεταξὺ τῶν ἄλλων κινδύνων λέγοντος· Ἅπαξ ἐλιθάσθην. Χρὴ γάρ σε διὰ λίθων ὑπὲρ τῶν λίθων ἀπολογήσασθαι καὶ τῷ ταὐτοπάθει λῦσαι τῆς ἁμαρτίας τὸ ἔγκλημα. 12.12.1 Ἄξιον δὲ μηδὲ τὴν ὀπτασίαν καταλείπειν τοῦ Στεφάνου ἀνεξέ ταστον· ἀεὶ γὰρ ὁ τῶν ὅλων Θεὸς τοῦ ἑξῆς προμηθούμενος τῶν μελλόντων ἐπιγίνεσθαι τῷ βίῳ τῶν ἀνθρώπων ἁμαρτημάτων προφυλακτικῶς προ κατασκευάζει τὴν θεραπείαν, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Εἰ γὰρ πρὸς τὸ χρήσιμον τοῦ ἀγωνιστοῦ μόνον ἐτελεῖτο τὰ θεοφάνεια, ἤρκει καὶ φωνὴν γενέσθαι ἐξ οὐρανῶν, ὥσπερ ἐπὶ τοῦ βαπτίσματος πρότερον ἢ χρόνοις ὕστερον ἐπὶ τῆς μεταμορφώσεως ἢ καὶ ὡς ἐπὶ Παύλου τούτου, ἡνίκα τὴν ἐπὶ ∆αμασκὸν ἐπορεύετο. 12.12.2 Νυνὶ δὲ διὰ τὸ μέλλειν τὸ ἐκ Λιβύης κακὸν τὸν Σαβέλλιον ταῖς ἐκκλησίαις ἐπιφύεσθαι τοῦ Θεοῦ καὶ τὴν κακόδοξον τῶν ὑποστάσεων σύγχυσιν εἰς τὸν βίον εἰσάγειν, τούτου χάριν ὁ Θεὸς ὥσπερ προανα κόπτων τὸ μέλλον καὶ τὰς ψυχὰς τῶν εἰς ὕστερον προασφαλιζόμενος δείκνυσι μὲν ἑαυτὸν τῷ Στεφάνῳ ἐν ἰδίᾳ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ, ἵστησι δὲ αὐτὸν ἐκ δεξίων ἑαυτοῦ, ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρμηνεύσῃ τὰς ὑποστάσεις. 12.13.1 Καὶ τυχὸν ἐρεῖ τις· Τὰ μὲν περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὕτω σοι πεφιλοσόφηται, ποῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον; Εἰ γὰρ τῆς κατὰ τὴν πίστιν ἀσφαλείας ἕνεκεν οὐρανόθεν ὁ Πατὴρ μετὰ τοῦ Υἱοῦ ἐπεφαίνετο, ἐχρῆν συμπαρεῖναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πρακτική τις μυσταγωγία τοῖς ἀνθρώποις ἐτελέσθη διὰ τῆς ὀπτασίας. Εἰπεῖν τοίνυν ἀναγκαῖον πρὸς τὸν ταύτην ἡμῖν ἀνθυποφέροντα τὴν διάνοιαν, ὅτι Ὦ σοφώτατε, χρὴ τὸν τῶν ἀναγνωσμάτων βασανιστὴν ὀρθήν τε ὁμοῦ τὴν διάνοιαν ἔχειν καὶ τὸ μνημονικὸν ἐρρωμένον, ἵν' οὕτως δυνηθῇ πάντων ὁμοῦ περιδράσσεσθαι τῶν γεγραμμένων. 12.13.2 Εἰ γὰρ καὶ ζητεῖς τὴν τοῦ Πνεύματος παρουσίαν, μικρὸν ἀνωτέρω τῶν λίθων καὶ τῆς μιαιφονίας γενοῦ καὶ εὑρήσεις πρὸ τῆς ὀπτασίας τὸ Πνεῦμα λαλούμενον καὶ συμπαρὸν Στεφάνῳ καὶ προκαταρτίζον τὸν ἀθλητήν. Εὐθέως γὰρ ἐν ἀρχῇ τοῦ διηγήματος ταύτην ἡμῖν προανεφώνησε τὴν φωνήν· Στέφανος πλήρης χάριτος καὶ ἀληθείας καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. 12.13.3 Ἰδοὺ τοίνυν καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς ὁ λόγος ὑπέστησεν. Εἰ δὲ τοῦτο πρότερον γέγραπται, τελευταῖον δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐδὲν ἡ τῆς τάξεως ἀπαλλαγὴ τῇ πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο ποιεῖν τῇ Γραφῇ· καὶ ποτὲ μὲν ὀνομάζειν τὸν Υἱὸν μόνον, ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ, ἢ καὶ ἄρχεσθαι μὲν ἐκ τοῦ Πατρός, καταλήγειν δὲ εἰς τὸ Πνεῦμα· καὶ τὸ ἀνάπαλιν τῆς ἀρχῆς ἐκ τοῦ Πνεύ ματος γινομένης διὰ τοῦ Υἱοῦ τῷ λόγῳ ἐπὶ τὸν Πατέρα ὁδεύειν. 12.13.4 Καὶ τοῦτο τὸ τῆς συνηθείας ἰδίωμα μάλιστα παρὰ τῷ μεγάλῳ Παύλῳ ἀπα ραφυλάκτως γινόμενον ἔστιν ἰδεῖν. Πεπλήρωται δὲ παρ' ἡμῖν καὶ τῷ Στεφάνῳ τὸ χρέος· εἰ μὲν πρὸς τὸ μέγεθος βλέπων τις οὐχ ἱκανῶς, εἰ δὲ πρὸς