1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

64

φίλοι. *Τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτό. Τουτέστιν, ὑποκρινοῦμεν αὐτὸν, ὥστε ἐν ταῖς πράξεσιν αὐτοῦ εὑρεῖν τι ἔγκλημα. Ὅτι ἤκουσα. Τί γένοιτ' ἂν ἴσον τῆς ἀνδρίας ταύτης; ἐντεῦθεν ἐχλευάζοντο ἐκεῖθεν ἔπασχον δεινῶς. Ὁ δὲ Κύριος μετ' ἐμοῦ. Πῶς οὖν ἔλεγες, ὅτι Ἠπάτησάς με, ὅτε ταῦτα ἔπασχες; ἐδίωξαν, καὶ οὐκ ἠδύναντο νοῆσαι. Οὐχὶ καὶ ταῦτα προεῖπεν ὁ Θεός; οὐχὶ τὰ μέλλοντα ἐδήλωσεν; ἄπειρος ἦν ἐν τοῖς προοιμίοις ὁ προφήτης· τὰς τιμὰς αὐτῶν οὐκ ἐνόησαν· αἰσχύνης γὰρ ὄντως 64.932 ἁμάρτημα γέμον, μὴ μεταβάλλεσθαι, ἀλλὰ τὸν ἐλέγχοντα ἀναιρεῖν, ἵνα ἐν πλείονι σκότῳ τὰ κακὰ γένηται. *Καθὼς μαχητὴς ἰσχύων, διὰ τοῦτο ἐδίωξαν, καὶ οὐκ ἠδύναντο γνωρίσαι. Τουτέστιν, Οὐ συνεχώρουν τοῦ Θεοῦ τὴν εἰς ἐμὲ πρόνοιαν, καὶ μετεβάλλοντο τὴν γνώμην, ἀλλ' ἐπέμενον τῇ κακίᾳ. *Ἠσχύνθησαν σφόδρα, ὅτι οὐκ ἔγνωσαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται. Τουτέστι, ∆ιήμαρτον τοῦ σκοποῦ. Καὶ οὐδὲ οὕτως ἐλογίσαντο, ὡς ἀφ' ὧν πράττουσι μειζόνως ὑπὸ δίκην ἑαυτοὺς ἄγουσι· τοῦ Θεοῦ οὐδεμίαν λήθην τῆς αὐτῶν κακίας ποιουμένου, ἀλλ' ἀπαιτοῦντος τῆς τόλμης τὴν δίκην. Κύριε, δοκιμάζων δίκαια. Ταῦτα λέγω, ἵν' ὅταν ἀκούσῃς τοῦ Θεοῦ λέγοντος, Μὴ προσεύχου, καὶ τὸν προφήτην ἴδῃς προσευχόμενον, μὴ τὸν ἄνθρωπον τοῦ Θεοῦ φιλανθρωπότερον εἶναι νομίσῃς, ἀλλὰ μηδὲ κατὰ μικρὸν ἐγγύς. Ὅρα οὖν καὶ ἀπὸ μικρᾶς ὕβρεως θορυβούμενον, σκανδαλιζόμενον, καίτοιγε εἰδότα, ὅτι ἐν ἀσφαλείᾳ ἔσται καὶ εἰρήνῃ, τὸν δὲ Θεὸν καθ' ἑκάστην ὑβριζόμενον, καὶ ὕβρεις χαλεπὰς καὶ ἀφορήτους ἐμπαροινούμενον. Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην. Πρὸ τούτου μὲν τὴν μητέρα ἐθρήνει, νῦν δὲ τὴν ἡμέραν· οὐ πρὸς τὸν Θεὸν, ἀλλὰ πρὸς τὰ δεινὰ ἀποτεινόμενος, ὡς καὶ ἕτερος προφήτης, Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; τοῦτο καὶ Ἰώβ· Ἵνα τί μοι συνήντησαν γόνατα; Τοῦτο καὶ οὗτος, τοῦτο καὶ ἕτεροι τῶν προφητῶν. Ἀποδυσπετεῖ ὁ προφήτης, ἀναγκαζόμενος κατὰ τοῦ λαοῦ λέγει, καὶ ἐντυγχάνει τῷ Θεῷ, καὶ ὁρῶν ἐκείνους μὴ μεταβαλλομένους, καὶ πάσχων μὲν δεινὰ ὑπὸ τῶν ἀκουόντων, ἀναγκαζόμενος δὲ πάλιν τὰ παραπλήσια λέγει. Ἐπικατάρατος ὁ ἄνθρωπος ὁ. Τί λέγεις; Τί καὶ τὸν ἄνδρα καταρᾶσαι, Οὐχὶ πρὸ μικροῦ αὐτὸς ἔλεγες, Εἰ ἀνταποδίδοτε κακὰ ἀντὶ ἀγαθῶν, καὶ σὺ ἀντὶ εὐαγγελίων τοῦτο ἐποίησας, καὶ ἐγκαλεῖς ὅτι οὐκ ἀπέκτεινε; Πῶς οὖν ἐγκαλεῖς, ὅτι ἀνελεῖν σε θέλουσιν οἱ Ἰουδαῖοι; Εἰ γὰρ τότε ἀποθανεῖν καλὸν, πολλῷ μᾶλλον μετὰ τὴν πεῖραν. Πῶς οὖν οὐ βούλει; Ὁρᾷς οὐδαμοῦ λόγον ἔχοντα τὸν θρῆνον; θρῆνος γάρ ἐστιν αἴτιος, ἀλλὰ καὶ ὑπὸ τεθορυβημένης λεγόμενος ψυχῆς, καὶ οὐδὲν διεσκεμμένης, ἀλλ' ἓν ζησούσης μόνον, ἀποθέσθαι τὸ βάρος. Καὶ μετ' ὀλίγα. Καὶ οὐχ ἁπλῶς καταράσασθαι ἐκεῖνον, ἀλλ' ὡς τὰς πόλεις ἃς ἀνεῖλεν ὁ Θεὸς, καὶ οὐ μετεμελήθη· τοσαύτην ὑποστήτω τιμωρίαν ὁ εἷς, ὅσην αἱ πόλεις πᾶσαι. Τί λέγεις, εἰπέ; Ὅτι εἶπεν· Μὴ γὰρ τὸ εἰπεῖν αὐτὸν τοῦτο, αἴτιον γέγονε τοῦ τεχθῆναί σε; Τὸ τεχθῆναί σε αἴτιον τοῦ εἰπεῖν γέγονεν. Εἰ δὲ 64.933 τοῦτο, πολλῷ μᾶλλον τὴν μητέρα τὴν τεκοῦσαν, ἢ τὸν σπείραντα πατέρα, μᾶλλον δὲ οὐδὲ τοῦτον, οὐδὲ ἐκείνην. Ποῖος ἂν ἀνὴρ μεθύων τοιαῦτα εἶπε, καὶ πολέμιος ἄδικος; Ποῖος Βάρβαρος; Τίς ὠμὸς ἄνθρωπος ἐν μήτρᾳ ἀναιρεῖ; Ἀλλ' ἀποδυσπετοῦντος ταῦτά ἐστι τὰ ῥήματα. Ἵνα τί τοῦτο ἐξῆλθον; Οὐκέτι λοιπὸν εὔχεται, ἀλλὰ τῇ αἰσχύνῃ ἐπαρᾶται καὶ τῇ ἁμαρτίᾳ· ἔστι γὰρ ἐν δόξῃ αἰσχύνη καὶ χάρις, καὶ ἔστιν αἰσχύνη ἐν ἁμαρτίᾳ· μεγάλα γὰρ καὶ κακὰ ἐργάζεται τοῦτο τὸ πάθος· ὁρᾷς ὅτι οὐ φύσεώς ἐστιν ἡ κακία; οὐδεὶς γὰρ ἂν ἔσχε ποτὲ ἀγαθόν. Τοῦτο δὲ ἐξ ἀρχῆς ἔγκειται τῇ αἰσχύνῃ.

ΚΕΦΑΛ. ΚΑʹ.