67
ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερχεομένων τῆς οἰκουμένης ἠστόχησεν. Τεκμήριον δὲ τοῦ λόγου πάντες Ἑβραῖοι οἱ μετὰ τὸν σταυρὸν πιστεύσαντες καὶ τῷ λουτρῷ τὰς ψυχὰς ὁμοῦ καὶ τὰς χεῖρας νιψάμενοι. Εἰ δὲ οἱ σταυρώσαντες ἠλεήθησαν, πῶς οὐκ ἂν ὁ προδοὺς τῆς ἀμνηστείας ἀπέλαυσεν; 13.6.2 Ἐδέσμει ποτὲ καὶ Παῦλος χριστιανοὺς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ ἐκ τῆς ταὐτοπαθείας ἔλυσε τὰ ἐγκλήματα· ἥμαρτε λιθάζων Στέφανον καὶ συνευδοκῶν τοῖς φονεύουσιν, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημμέλημα. Ἐτελώνουν ποτὲ Ματθαῖος καὶ Ζακχαῖος, ἀλλὰ τῇ καταφρονήσει τῶν χρημάτων τὴν τελωνείαν πατήσαντες ὁ μὲν τῇ οἰκίᾳ τὸν Ἰησοῦν ἐδέξατο καὶ τῇ ψυχῇ πλέον, ὁ δὲ τῶν θαυμαστῶν πράξεων εὐαγγελιστὴς καὶ συγγραφεὺς ἀπεδείχθη. Ὁ τελώνης ὁ μετὰ τοῦ Φαρισαίου ἀναγκαῖος εἰς μνήμην, ἡ γυνὴ ἡ τὴν δραχμὴν ἀπολέσασα καὶ εὑροῦσα. 13.6.3 Ἐξ ἀρχῆς δὲ εἰς τέλος εἴ τις τοὺς ἀνθρώπους τοῦ βίου παντὸς ἐν τοῖς καθεξῆς χρόνοις λογίσαιτο, τοὺς πολλοὺς εὑρήσει πρότερον μὲν ἐνσχεθέντας ἁμαρτήμασιν, εἶτα τῇ πρὸς τὸ κρεῖττον ῥοπῇ μετα θεμένους τῆς γνώμης. Θεοῦ γὰρ οἰκεῖον καὶ μόνου ἐξαίρετον πλημμελείας χωρὶς πάντα κατορθοῦν. Ἄνθρωπος δὲ ὑπὸ γένεσιν καὶ φθορὰν ἠγμένος καὶ τοσούτων ὑπάρχων δεκτικὸς παθῶν οὔποτ' ἂν ἀκατηγόρητος δειχθείη περικοπείσης συγγνώμης. 13.6.4 Ἀπόβλεψον πρὸς τὸν ∆αβὶδ τὸν βασιλέα τοῦ Ἰσραήλ, ὃν κατ' ἐκλογὴν ἐχειροτόνησεν ὁ Θεός, ἐπαίνοις δὲ τοῖς τῆς μαρτυρίας ἐκόσμησε λέγων· Ηὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου ∆αβὶδ τὸν τοῦ Ἰεσσαί. Οὗτος μετὰ τὴν λαμπρὰν ἐκείνην τῶν ἐπαίνων ἀνάρρησιν, ἐπειδὴ τῷ πάθει τῆς σωμεραστίας ἑάλω καὶ περιέπεσεν ἐκείνοις οἷς γινώσκομεν ἅπαντες, ἦλθε δὲ μετὰ τὸν ἔλεγχον τοῦ προφήτου εἰς ἀναλογισμὸν τοῦ κακοῦ, ἀνάγραπτον ἀφῆκεν τοῖς εἰς ὕστερον ἐσομένοις τῆς μετανοίας τὸν μόχθον. 13.6.5 Καὶ θεωροῦμεν, ὡς ἐν εἰκόνι, τῷ ψαλτηρίῳ τὸν ἄνδρα, νῦν μὲν ἐκτηκόμενον τῇ λύπῃ τὸ σῶμα, αὖθις δὲ τὴν νύκτα καιρὸν θρήνων ποιούμενον, τὴν κοινὴν τῶν πόνων ἀνάπαυσιν· καὶ τῇ κλίνῃ τὸ δάκρυον ἐπιρρέοντα ὡς ἐκ πηγῶν τῶν βλεφάρων, καὶ πάλιν ἡμῖν τὸν πεντηκοστὸν ψαλμὸν ἐκπονήσαντα, τύπον τὸν ἱλασκόμενον Θεόν. Οὐ μὲν ὁ θρῆνος αὐτῷ μάτην ἐξεπονήθη, ἀλλ' οἱ βαρεῖς στεναγμοὶ τὸν ἔλεον ἐφειλκύσαντο, ἀπέλαβε δὲ καὶ τῆς βασιλικῆς αὐθεντίας τὴν ἐξουσίαν καὶ τῆς πρὸς Θεὸν ἱκεσίας τὴν παρρησίαν. 13.6.6 Ὁμοίως κἀκεῖνος ὁ τῆς Νινευὴ βασιλεύειν λαχὼν τῷ μὲν πλήθει τῶν ἁμαρτιῶν συνηλαύνετο πρὸς τὸν ὄλεθρον ὁμοῦ τοῖς ἀρχομένοις λαοῖς, καὶ ὁ τῆς ἁμαρτίας ἔλεγχος ἐγγίζειν μετ' ὀλίγον τὴν προθεσμίαν τῆς τιμωρίας ἐκήρυττεν. Ἐπειδὴ δὲ συνετῶς ἑαυτοὺς κακώσαντες ἔφυγον τὴν πεῖραν τῆς συμφορᾶς, ἐλυπήθη μὲν ὅτι μὴ ἠλήθευσεν ὁ τῶν κακῶν προφήτης καὶ πρὸς τὸν ἔλεον τοῦ Θεοῦ χαλεπῶς ἠγροικίσατο. 13.6.7 Ὁ δὲ πανταχοῦ καὶ διὰ λόγων καὶ πράξεων γνωρίζων ἡμῖν, ὅσην ἔχει τὴν πρὸς τοὺς ἀνθρώπους εὐμένειαν, φύει μὲν τὴν κολόκυνθαν ὑπὲρ κεφαλῆς τῷ προφήτῃ σκέπην τῆς λυπούσης ἀκτῖνος, ὑποκαθεύδοντος δὲ τῇ σκίᾳ ἀθρόον ἀποξηράνας αὐτήν. Εἶτα ὡς δυσκόλως εἶχεν ἀφυπνώσας πρὸς τὸ συμβάν, ὀνειδίζει καὶ μέμφεται. Εἰ ὁ μὲν οὕτως ἐμπαθῶς ἐπιστυγνάζοι τῷ μαρανθέντι λαχάνῳ, ὁ Θεὸς δὲ οὐκ ἂν ἐπε κλάσθη τηλικαύτῃ πόλει ἐγγὺς ἐλθούσῃ κινδύνου; 13.7.1 Μάθετε οὖν, οἱ σκληροὶ καὶ δυσμείλικτοι, τὴν τοῦ κτίσαντος 13.7.1 ἡμᾶς χρηστότητα καὶ μὴ γίνεσθε τῶν ὁμοδούλων πικροὶ καὶ βαρεῖς δικασταί, ἄχρις ἂν ἀφίκηται ὁ τὰ κρυπτὰ τῶν καρδιῶν ἀποκαλύπτων καὶ κατ' ἐξουσίαν δεσποτικὴν ἑκάστῳ τῆς προσδοκωμένης ζωῆς ἀπο κληρῶν τὴν κατάστασιν. Μὴ σκυθρωπὰς ἐκφέρετε τὰς ἀποφάσεις, ἵνα μὴ ταῖς ὁμοίαις ὑποβληθῆτε καὶ τῶν οἰκείων στομάτων τοῖς λόγοις ὡς ὀδοῦσιν ὀξυτάτοις περιπαρῆτε. 13.7.2 ∆οκεῖ γὰρ μοὶ καὶ ἡ εὐαγγελικὴ πρόρρησις τούτου προφυλακτικὴ τυγχάνειν τοῦ πλημμελήματος λέγουσα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Οὐ γὰρ τὴν κρίσιν καὶ τὴν εὐγνω μοσύνην ἐκβάλλει, κρίσιν δὲ ὀνομάζει τὴν