1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

68

τοῦτο, μέγα πρὸς Ἐκκλησίας οἰκοδομὴν, καὶ πολὺ συντελεῖ τὸ διδακτικοὺς εἶναι τοὺς προεστῶτας· κἂν τοῦτο μὴ παρῇ, πολλὰ τῶν ἐν ταῖς Ἐκκλησίαις οἴχεται. ∆ιὰ τοῦτο μετὰ τῶν ἄλλων, μετὰ τοῦ φιλοξένου καὶ τοῦ ἐπιεικοῦς, μετὰ τοῦ ἀλήπτου, καὶ τοῦτο ἀριθμεῖ λέγων, διδακτικόν. Ἐπεὶ διὰ τί διδάσκαλος λέγεται; Ναὶ, φησὶν, ἵνα τῷ βίῳ διδάσκῃ φιλοσοφίαν. Ὥστε ταῦτα περιττὰ, καὶ οὐ δεῖ τῆς ἀπὸ τῶν λόγων διδασκαλίας εἰς προκοπήν. Καὶ πῶς ὁ Παῦλός φησι, Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ; ὅταν γὰρ περὶ δογμάτων ᾖ λόγος, ποῖος βίος ἐνταῦθα ἰσχὺν ἔχει; Τίνα λόγον δέ φησιν; Οὐ τὸν κομπώδη, οὐδὲ τὸν τὴν κομψείαν ἔχοντα τὴν ἔξωθεν, ἀλλὰ τὸν ἰσχὺν πολλὴν κεκτημένον τοῦ πνεύματος, τὸν συνέσεως γέμοντα καὶ φρονήσεως. Οὐ κατασκευῆς οὖν αὐτῷ καὶ φράσεως δεῖ, ἀλλὰ νοημάτων, οὐδὲ συνθήκης, ἀλλὰ φρενῶν. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Κατὰ γὰρ νεωτέρου δεῖ ἐκτὸς μαρτύρων κατηγορίαν δέχεσθαι; κατὰ δὲ ὅλως τινὸς, καὶ οὐχὶ μετὰ ἀκριβείας πάντοτε δεῖ τὰς κρίσεις ποιεῖσθαι; Τί οὖν ἐστιν ὃ λέγει; Οὐδὲ ἐπὶ ἄλλων, φησὶ, μάλιστα δὲ κατὰ πρεσβυτέρου. Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωμα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων. ∆ῆλον δέ ἐστιν ἐντεῦθεν, ὅτι Ἐκκλησίαν λοιπὸν ἦν ἐμπεπιστευμένος ὁ Τιμόθεος, ἢ καὶ ἔθνος ὁλόκληρον τὸ τῆς Ἀσίας· διὸ καὶ περὶ πρεσβυτέρων αὐτῷ διαλέγεται. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τουτέστι, Μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα περιεργάζου· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα οἱ ἄλλοι σωφρονισθῶσιν. Ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασιν, ὁδόν ἐστι δοῦναι τοῖς ἄλλοις τοῦ τὰ αὐτὰ ποιεῖν καὶ τολμᾷν. Ἔλεγχε δὲ, εἶπε, δηλῶν ὅτι οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀποτομίας· οὕτω γὰρ καὶ οἱ λοιποὶ φόβον ἕξουσι. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, ἐὰν εἰς σὲ ἁμάρτῃ; Πλὴν κἀκεῖνον συγχωρεῖ ἐν τῇ ἐκκλησίᾳ ἐλέγχεσθαι. γʹ. Τί οὖν; οὐχὶ σκανδαλίζει μᾶλλον τὸ ἐνώπιον πάντων ἐλέγχεσθαι; Πῶς; Ὅταν γὰρ τὸ ἁμάρτημα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, μᾶλλον σκανδαλίζονται. Ὥσπερ γὰρ ἀτιμωρήτων μενόντων τῶν ἁμαρτανόντων, πολλοὶ οἱ πλημμελοῦντες· οὕτω κολαζομένων, πολλοὶ οἱ κατορθοῦντές εἰσιν. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε· τὸν Φαραὼ εἰς μέσον ἀγαγὼν ἐκόλασε, καὶ τὸν Ναβουχοδονόσορ, καὶ πολλοὺς ἑτέρους καὶ κατὰ πόλιν, καὶ κατὰ ἄνθρωπον ὁρῶμεν δίκην δεδωκότας. Ἄρα βούλεται πάντας φόβον ἔχειν παρὰ τοῦ ἐπισκόπου, καὶ πᾶσιν αὐτὸν ἐφίστησιν. 62.583 Ἐπειδὴ γὰρ πολλὰ ἀπὸ ὑπονοίας κρίνεται, δεῖ, φησὶν, εἶναι τοὺς μαρτυροῦντας, καὶ διελέγχοντας αὐτὸν κατὰ τὸν παλαιὸν νόμον. Ἐπὶ γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Κατὰ πρεσβυτέρου, φησὶ, κατηγορίαν μὴ παραδέχου. Οὐκ εἶπε, μὴ κατακρίνῃς, ἀλλὰ, μηδὲ δέξῃ κατηγορίαν, μηδὲ ὅλως εἰς κρίσιν καταθῇς. Τί οὖν, ἂν καὶ οἱ δύο ψεύδωνται; Τοῦτο σπανιάκις συμβαίνει· ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόμενον καὶ τοῦτο γενέσθαι δῆλον. Τὰ γὰρ ἁμαρτήματα ἀγαπητὸν καὶ δύο μάρτυρας ἔχειν, διὰ τὸ λάθρα γίνεσθαι καὶ κεκρυμμένως· ὥστε πολλῆς δοκιμασίας σημεῖον τοῦτο. Τί οὖν, ἂν μὲν ὡμολογημένα ᾖ τὰ ἁμαρτήματα, μάρτυρας δὲ μὴ ἔχῃ, ἀλλὰ πονηρὰν ὑπόνοιαν; Εἶπον ἄνω, φησὶ, ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν. Μετὰ φόβου τοίνυν ἀγαπῶμεν τὸν Θεόν· δικαίῳ μὲν γὰρ νόμος οὐ κεῖται· οἱ δὲ πολλοὶ καὶ τὴν ἀρετὴν ἀνάγκῃ μετερχόμενοι, καὶ οὐ προθέσει, μεγάλα ἀπὸ τοῦ φόβου καρποῦνται, πολλάκις τὰς ἐπιθυμίας ἐκκόπτοντες τὰς ἑαυτῶν. ∆ιὰ τοῦτο περὶ γεέννης ἀκούωμεν, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου τούτου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς