1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

70

συμπαθείας ᾔτει τὸν ἔλεον· καὶ τοσοῦτον προχεομένη, ὥστε καὶ βρέχειν τοὺς πόδας καὶ τῇ κόμῃ πάλιν ἐκμάττουσα τὴν ὑγρότητα πᾶσαν εὐλάβειαν ταπεινὴν ἐπεδείκνυτο. 13.10.4 Ἵνα δὲ συνελὼν εἴπω, πάσαις ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσι τοῖς ἡμαρτηκόσιν ἡ γυνὴ τὴν μετάνοιαν ἐξεπόνει· ἡ δὲ δημοσία καὶ εἰς τοὔμφανες οὕτως ὀδυρομένη τὰς ἁμαρτίας τίνα κατ' ἰδίαν ἐπὶ σχολῆς ἔπραττεν, ἔξεστιν τεκμηράμενον συνορᾶν. Ἡμῶν δὲ ἡ μὲν ὑπόσχεσις μετάνοιαν ἐπαγγέλλεται· ἡ δὲ πρᾶξις οὐδὲν ἐπίπονον δείκνυσιν, ἀλλὰ τὴν αὐτὴν ἔχομεν τοῦ βίου κατάστασιν ἣν καὶ πρὸ τῆς ἁμαρτίας ἐζῶμεν. 13.10.5 Φαιδρότης γὰρ ὁμοία καὶ ἐσθὴς ἡ αὐτὴ καὶ τραπέζης ἀπόλαυσις δαψιλὴς καὶ ὕπνος μακρὸς καὶ λελυμένος εἰς κόρον, ἀσχολίαι δὲ καὶ φροντίδες ἐπάλληλοι λήθην ἐμποιοῦσαι τῇ ψυχῇ τῆς οἰκείας ἐπιμελείας. Μόνον δὲ τὸ ὄνομα τῆς μετανοίας ἐπιγραφόμεθα ἄκαρπον τε καὶ ἀνενέργητον· τῶν μὲν μυστηρίων ἑαυτοὺς χωρίζοντες καὶ τῆς κοινωνίας τῶν ἀπορρήτων ἁγιασμάτων, οὐδεμίαν δὲ σπουδὴν τῆς ἐπιστροφῆς τῆς πρὸς αὐτὰ ποιούμενοι, ἀλλ' ὡς εὐώνου καταφρονοῦντες τῆς ἀπολαύσεως. 13.10.6 Ἐννόησον, ἄνθρωπε, πηλίκων ἀξιούμενος ἐχωρίσθης τῆς μετουσίας ἐκείνων. Εἰ βασιλικῆς σὺ τραπέζης μετέχων ᾖς, εἶτα προσκρούσας τῆς τιμῆς ἀπερρίφης, πόσων ἂν ἐξωνήσω χρημάτων τὸ πάλιν γενέσθαι φίλος καὶ ὁμοτράπεζος; Τίνων δὲ θύρας οὐκ ἂν διώχλησας ἱκετεύων, ἀπορούμενος, στένων, ἀβίωτον νομίζων τὸν βίον, τῇ τήξει καὶ σχέσει τοῦ προσώπου τῆς ἐν τῷ βάθει λύπης τὴν ὀδύνην ἐκφαίνων· πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, μέχρις οὗ σαυτῷ τὴν συμφορὰν ἐπηνώρθωσας; 13.10.7 Ὁ δὲ τῆς πρὸς Θεὸν οἰκειώσεως χωρισθεὶς καὶ τῆς ὄντως ὑψηλῆς τιμῆς ἐκπεσὼν τί μέγα καὶ ἀξιόλογον ποιήσας ψυχῆς κεκακωμένης ἐνδείξηται ταπεινότητα; Οὐκ ἔστιν ἀκόλουθον νοσεῖν λέγοντα τὴν αὐτὴν ζωὴν μετιέναι τοῖς ὑγιαίνουσιν. Ἄλλη γὰρ δίαιτα τοῦ ἀρρώστου καὶ ἕτερος βίος τοῦ ὑγιαίνοντος. 13.11.1 Ὁρᾷς ὅση ἐστὶν ἡ τοῦ εὐεκτοῦντος μεταβολὴ πρὸς τὴν τοῦ ἀσθενοῦντος διαγώγην· οὗτος μὲν γὰρ τῆς κατὰ τὴν ἕξιν ἀρρωστίας αἰσθόμενος ἐν δωματίῳ σμικρῷ κατακεῖται πάσης συνήθους ἀναχωρήσας φροντίδος· ἀμελεῖ γεωργίας καὶ σφόδρα γεωργικὸς ὑπάρχων· ἀφίησι πλούτου μέριμναν ὁ χρηματιστὴς καὶ φιλέμπορος. Ὕδατι καὶ ψωμῷ διατρέφεται, εἰ καὶ πρότερον τρυφῆς γέμουσαν καὶ συβαριτικὴν παρετίθετο τράπεζαν. παισὶν οὐκ ἐπευφραίνεται τὰ συνήθη γαμετῆς χωρισθείς· τοῖς ἰατροῖς σύνεστιν νύκτωρ τε καὶ μεθ' ἡμέραν καὶ πολλοῖς μισθοῖς πρὸς ἀγαπητὸν κέρδος σπεύδει τὴν ὑγιείαν. Ταῦτα ὁ τοῦ σώματος ἄρρωστος. 13.11.2 Ὁ δὲ τὴν ψυχὴν κακῶς διακείμενος τὴν ἀσώματον περινοστήσας τῷ ἰατρῷ καὶ προσποιητῶς ὁμολογῶν καὶ δεικνὺς τὴν ἀσθένειαν καταλιμπάνει νέμεσθαι καὶ σφακελίζειν τὸ πάθος, ἵνα πρὸς τὸν ὅλον ὄγκον διαχεθῇ; Ἀλλὰ σωφρό νησον, γνῶθι σαυτόν· Θεὸν ἐλύπησας, τὸν ∆ημιουργόν σου παρώργισας, τὸν καὶ τῆς παρούσης ζωῆς τὴν ἐξουσίαν ἔχοντα καὶ τῆς μελλούσης Κύριον καὶ κριτήν. Ἀπὸ τρυφῆς ἐκακώθης; νηστείᾳ θεράπευσον τὴν ἀπόλαυσιν. Ἀκολασία τὴν ψυχὴν ἔβλαψεν; σωφροσύνη γενέσθω τῆς ἀρρωστίας φάρμακον. 13.11.3 Πλεονεξία πολύϋλος τὸν νοητὸν εἰργάσατο πυρετόν; ἐλεημοσύνη κενωσάτω τὴν πλησμονήν, καθάρσιον γὰρ τῶν πεπληρωμένων μετάδοσις. Ἔβλαψεν ἡμᾶς ἁρπαγὴ τῶν ἀλλοτρίων; ἐπανελθέτω πρὸς τὸν ἴδιον δεσπότην τὸ ἅρπαγμα. Ψεῦδος ἡμᾶς ἐγγὺς τῆς ἀπωλείας ἤγαγεν ἀπολεῖς γάρ, φησί, τοὺς λαλοῦντας τὸ ψεῦδος; ἀλήθεια μελετηθεῖσα στησάτω τὸν κίνδυνον. 13.11.4 Ὅρκος παραβαθεὶς ἄγει πετόμενον τὸ διαέριον τοῦ Ζαχαρίου δρέπανον τὴν τόμην ἀπειλοῦν; ἐνδυσώμεθα πᾶσαν τὴν πανοπλίαν τῆς μετανοίας, ἵνα τὴν ἀκμὴν ἀποκρουσώμεθα τοῦ δρεπάνου. Αἱρετικοῖς δόγμασιν ἀσεβῶς τις ἐδούλευσεν; ὀρθῆς δόξης φρονήματι τὴν δεισιδαιμονίαν φυγαδευσάτω. Τοῦτο γάρ ἐστιν ἡ μετάνοια· λύσις καὶ ἀφανισμὸς τῶν πρώην ἢ κατὰ πρᾶξιν ἐνεργουμένων ἢ κατὰ διάθεσιν νοουμένων. 13.12.1 Ὁ δὲ γνωρίζων τὸ τῆς