1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

70

λανθάνει ἐμέ; τοῦτο γὰρ μηνύει, Εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; τουτέστιν, ἦ ἐν ἀποκρύφῳ τις τῆς ἑαυτοῦ διανοίας κρύψαι βούλεται, καὶ λανθάνει μου τὴν γνῶσιν; Ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. Πόθεν οἶδα; Παρὼν ἐγώ εἰμι· πανταχοῦ πάρειμι. Εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ, Θεὸς ἐγγίζων ἐγώ εἰμι· πανταχοῦ πάρειμι· ὅπερ ἀναμφισβήτητον τεκμήριον ἦν τοῦ πάντα εἰδέναι. Καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Ὥσπερ γὰρ τὸ φῶς πανταχοῦ πάρεστιν, οὕτω καὶ ὁ Θεός. Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Οἶδα, φησὶ, πῶς συντιθέασι προφητείας· ὑποψίας τεκμήριον τὸ τοῖς πονηροῖς προφητεύειν τὰ πονηρά· εἶτα καὶ ἐὰν διηγήσηται, φανερὰ ἔσται. *Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον, φησὶ Κύριος; Καλῶς τῇ συγκρίσει τῶν προφητῶν πρὸς τοὺς ψευδοπροφήτας ἐπήγαγε τοῦτο ἀντὶ τοῦ, Σύγκρισις 64.949 οὐδεμία ἀχύρου πρὸς σῖτον. Ὁ μὲν γὰρ τρόφιμός ἐστι, καὶ πρὸς ἀνθρώπους σύστασιν συντελεῖ. Οὐδὲν δὲ χρήσιμον ἀνθρώποις ἄχυρον, ἀλλ' ἢ ῥίπτεται ἢ ἀλόγων τροφὴ γίνεται. Οὕτω, φησὶ, καὶ τῶν προφητῶν οἱ λόγοι τρέφουσι ψυχάς. Οὐ μὴν ὁ λόγος τῶν ψευδοπροφητῶν δύναταί τι συντελεῖν πρὸς κέρδος ἀνθρώπων, πλὴν εἰ μή τι τοῖς ἐξ ἀλογίας πειθομένοις, παραμυθίαν τινὰ παρέχει, οὐ κέρδος, καὶ ἐπάγει, Οὐχ οὕτως· τουτέστιν οὐδεμία σύγκρισις. *Οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλεκυς κόπτων πέτραν. Τουτέστιν, Οἱ διὰ τῶν προφητῶν λόγοι ἀληθεῖς καὶ ἐνέργειαν ἔχοντες. Ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας. Πῶς ἐμοὶ δοκοῦσι τῶν προφητῶν ἀκούοντες μιμεῖσθαι αὐτοὺς ἔνιοι, ἢ ἑτέρων διηγουμένων ἀκούοντες, καθάπερ ὄφις. ∆ιὰ τοῦτο καὶ ὁ Ἰεζεκιήλ φησι, ὅτι Ἐὰν ἔλθῃ, φησὶ, προφήτης, ἐγὼ Κύριος ἐπλάνησα αὐτόν· οὐ γὰρ συγχωρεῖ μαθεῖν λοιπόν· διὰ τοῦτο καὶ τὸ λῆμμα λέγει ἀνελεῖν. Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας. Προφητείας γλώττης τὰς ψευδεῖς καλεῖ· οὐ γλώσσης δέ εἰσιν αἱ ἀληθεῖς προφητεῖαι. Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν. Πολλοὶ γὰρ εἴδη ἐπετήδευον προφητείας διὰ ὕπνων, διὰ χρησμῶν. Ἀλλὰ παραμυθήσονται πρὸς τὸ παρόν. Καὶ λῆμμα Κυρίου. Καὶ ποία βλάβη; ἐπειδὴ ἐκεῖνον προσεποιοῦντο λήψεσθαι, τὴν ὁμωνυμίαν ἀναιρεῖ. Λαμβάνειν γὰρ καὶ οἱ δαίμονες ἠδύναντο καὶ ἐνομίζοντο ὑπὸ Θεοῦ λήψεσθαι. Ἀλλ' οὐκ ἔστι τοῦτο.

ΚΕΦΑΛ. Κ∆ʹ.

*Καὶ ἔδειξέ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος τὸν Ἰεχονίαμ υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα. Εἶταμετ' ὀλίγα· Ὁ κάλαθος ὁ εἷς, σύκων χρηστῶν σφόδρα, ὡς σῦκα πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, τῶν μὴ βιβρωσκομένων ἀπὸ πονηρίας αὐτῶν, καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἔννοιαν ἔχει ἡ ὀπτασία αὕτη τοῦ προφήτου. Ὅτι μὲν οὖν ἐπὶ τοῦ Σεδεκίου γέγονε, δῆλον. Καὶ δείκνυσι τὰ ῥήματα. Αἰχμαλώτων δὲ γενομένων τῶν περὶ τὸν Ἰωακεὶμ, ἔφασκον οἱ ἐπὶ τοῦ Σεδεκίου, ὡς Οὐδὲν πεισόμεθα δεινὸν ἡμεῖς παρὰ Βαβυλωνίων, πράττοντες δίκαια, ἐπείπερ κακοὶ γενόμενοι ἐκεῖνοι καὶ ἀσεβεῖς, οἵ τε προπάτορες οἱ ἡμέτεροι αἰχμάλωτοι γεγόνασι. ∆ιὰ τοίνυν ταύτης τῆς ὀπτασίας δείκνυσιν ἐκείνους ἄμεινον τούτων ὁ Θεός. Καὶ ὥσπερ, φησὶ, τὰ σῦκα τὰ χρηστὰ περὶ πολλοῦ ἄν τις ποιήσαιτο, οὐδ' ἀπολύειν οὐδὲ ῥίπτειν ἐθέλων ἐξ αὐτῶν τι, οὕτως καὶ αὐτὸς περιεποιήσατο τοὺς ἀπελθόντας· φησὶ δὲ, κάλαθον σύκων χρηστῶν, ἐκείνην τὴν ἀποικίαν· ἐπειδήπερ μετὰ τοῦ πλήθους, καὶ ὁ δίκαιος παρελήφθησαν, οἶκος ∆ανιὴλ, καὶ οἱ τρεῖς παῖδες, καὶ Ἐζεκιὴλ, καὶ εἴ τις κατ' ἐκείνους