1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

70

πραγμάτων· Ὠκοδόμησά μοι οἰκίας, φησὶν, ἐφύτευσα κήπους καὶ παραδείσους, ἀμπελῶνας καὶ κολυμβήθρας ὑδάτων, ἀργύριον καὶ χρυσίον ἐγένετό μοι, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ποίμνια καὶ βουκόλια. Οὐδεὶς γὰρ οὕτως ἐγένετο τρυφηλὸς, οὐδεὶς οὕτως ἔνδοξος, οὐδεὶς οὕτω σοφὸς, οὐδεὶς οὕτως ἄρχων, οὐδεὶς οὕτω κατὰ νοῦν πάντα εἶδεν αὐτῷ προκεχωρηκότα. Τί οὖν; Οὐδὲν τούτων ἀπώνατο· ἀλλὰ τί φησι μετὰ ταῦτα πάντα; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης· οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ καθ' ὑπερβολήν. Πεισθῶμεν αὐτῷ, παρακαλῶ, τῷ διὰ πείρας ἥκοντι· πεισθῶμεν αὐτῷ, καὶ ἐπιλαβώμεθα πραγμάτων, ἔνθα οὐκ ἔτι ματαιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα ἐπὶ τῆς πέτρας ᾠκοδόμηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκμάζει, ἔνθα παλαιούμενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισμοῦ. Ποθήσωμεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, μὴ φόβῳ γεέννης, ἀλλ' ἐπιθυμίᾳ βασιλείας. Τί γὰρ, εἰπέ μοι, τοῦ τὸν Χριστὸν ἰδεῖν ἴσον; Οὐδὲν οὐκ ἔστι. Τί δὲ τοῦ ἀπολαῦσαι τῶν ἀγαθῶν ἐκείνων ἴσον; Οὐκ ἔστιν οὐδέν· εἰκότως. Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς, φησὶ, τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων ἐπιτυχεῖν σπουδάσωμεν, καταφρονήσωμεν τούτων. Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦμεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος; Τί σπουδάζεις 62.585 περὶ τὸ μηδέν; τί πόνους ὑφίστασαι περὶ τὸ μηδέν; Ἀλλ' ὁρᾷς οἰκοδομὰς λαμπρὰς, καὶ τούτων ἀπατᾷ σε ἡ θέα; Ἀλλ' εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ ὄψει ταῦτα ὅτι μυρμήκων καὶ κωνώπων ἐστὶν ἔργα. Ἐμφιλοσόφησον τῇ θέᾳ· ἄνιθι πρὸς τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖθεν κατάμαθε τὰς λαμπρὰς οἰκοδομὰς, καὶ ὄψει οὐδὲν οὔσας, ἀλλὰ παίδων ἀθύρματα μικρῶν. Εἶδες πῶς λεπτότερος, πῶς κουφότερος, πῶς καθαρώτερος καὶ διαυγέστερος ὁ ἀὴρ, ὅσῳ ἂν ἀναβαίνῃς εἰς ὕψος; Ἐκεῖ οἱ τὴν ἐλεημοσύνην ἐργαζόμενοι τὰς οἰκίας ἔχουσι, τὰς σκηνάς. Ταῦτα ἐν τῇ ἀναστάσει καταλύεται, μᾶλλον δὲ πρὸ τῆς ἀναστάσεως χρόνος ἐπελθὼν διέφθειρε καὶ ἠφάνισε καὶ διέλυσε· καὶ πρὸ τοῦ χρόνου δὲ ἐν αὐτῇ πολλάκις τῇ ἀκμῇ καὶ τῇ ὥρᾳ ἢ σεισμὸς κατήνεγκεν, ἢ καὶ ἐμπρησμὸς τὸ πᾶν ἐλυμήνατο. Οὐ γὰρ δὴ ἐν ταῖς ἡλικίαις τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐν ταῖς οἰκοδομαῖς εἰσιν ἄωροι θάνατοι· καὶ πολλάκις τὰ μὲν σαθρὰ τῷ χρόνῳ γενόμενα, τῆς γῆς τιναχθείσης, ἔμεινεν ἀκλινῆ· τὰ δὲ ἀπαστράπτοντα, καὶ πεπηγότα, καὶ νεοκατασκεύαστα, ὑπὸ βροντῆς μόνης κατεσείσθη καὶ ἀπώλετο· καὶ τοῦτο τοῦ Θεοῦ οἰκονομοῦντος, οἶμαι, ἵνα μὴ μέγα φρονῶμεν ἐν ταῖς οἰκοδομαῖς. Βούλει καὶ ἑτέρως μὴ ἀθυμεῖν, ἐπὶ τὰ κοινὰ ἐλθὲ οἰκοδομήματα, ὧν ἴσον μετέχεις καὶ σύ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαμπρὰ, τῶν δημοσίων οἰκοδομημάτων λαμπροτέρα. Ἐνδιάτριψον ὅσον χρόνον θέλεις ἐκεῖ· σά ἐστιν ἐκεῖνα, σά ἐστι μετὰ τῶν ἄλλων· κοινά ἐστι, καὶ οὐκ ἴδια. Ἀλλ' οὐ τέρπει ταῦτα, φησίν. Οὐ τέρπει, πρῶτον μὲν τῇ συνηθείᾳ, δεύτερον δὲ τῇ πλεονεξίᾳ. Ἄρα τὸ τερπνὸν ἡ πλεονεξία ἐστὶν, οὐχὶ τὸ κάλλος· ἄρα ἡ τέρψις ἡ πλεονεξία ἐστὶ, καὶ τὸ τὰ πάντων βούλεσθαι ἰδιοποιεῖσθαι. Μέχρι τίνος τούτοις προσηλώμεθα; μέχρι τίνος τῇ γῇ προσπεπήγαμεν, καὶ καθάπερ οἱ σκώληκες, περὶ τὸν βόρβορον ἐγκαλινδούμεθα; Τὸ σῶμα ἡμῖν ἔδωκεν ὁ Θεὸς ἀπὸ γῆς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωμεν, οὐχ ἵνα δι' αὐτοῦ καὶ τὴν ψυχὴν εἰς γῆν κατασπῶμεν· γεῶδές ἐστιν, ἀλλ', ἐὰν θέλω, οὐράνιον γίνεται. Ὅρα πόσῃ τετίμηκεν ἡμᾶς τιμῇ, τοιοῦτον ἔργον ἐπιτρέψας ἡμῖν. Ἐποίησα, φησὶν, ἐγὼ γῆν καὶ οὐρανόν· δίδωμι καὶ σοὶ δημιουργίαν, ποίησον τὴν γῆν οὐρανόν· δύνασαι γάρ. Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτὰ, περὶ τοῦ Θεοῦ εἴρηται. Ἀλλὰ ταύτην καὶ τοῖς ἀνθρώποις ἔδωκε τὴν ἐξουσίαν· καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς