1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

71

μετανοίας ὠφέλιμον, ἀεὶ δὲ περὶ τὸν βόρβορον τῆς ἀνομίας στρεφόμενος, δούλῳ τυγχάνει παραπλήσιος γνωρίζοντι τὴν ὀργὴν τοῦ δεσπότου, ἐν ὄψεσι δὲ αὐτοῦ τὸ κακὸν ἐργαζομένῳ καὶ τὴν ἁμαρτίαν τριπλασιάζοντι. Εὐαίσθητος γενοῦ πρὸς τὴν περιέχουσαν σε νόσον. Σύντριψον σαυτὸν ὅσον δύνασαι, ζήτησον καὶ ἀδελφῶν ὁμοψύχων πένθος βοηθοῦν σοι πρὸς τὴν ἐλευθερίαν, δεῖξον μοι πικρόν σου καὶ δαψιλὲς τὸ δάκρυον, ἵνα μίξω καὶ τὸ ἐμόν, λάβε καὶ τὸν ἱερέα κοι νωνὸν τῆς θλίψεως ὡς πατέρα. 13.12.2 Τίς γὰρ οὕτως πατὴρ ψευδώνυμος ἢ τὴν ψυχὴν ἀδαμάντινος, ὡς μὴ συνοδύρεσθαι τοῖς τέκνοις λυπομένοις ἢ πάλιν συνευφραίνεσθαι χαίρουσιν; Ἱερεὺς υἱοῦ τοῦ κατὰ θρησκείαν οὕτως ὀδύρεται ἁμαρτίαν, ὡς Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν ᾑμαγμένον χιτῶνα, ὡς ∆αβὶδ τοῦ Ἀβεσσαλὼμ τὸν ὄλεθρον, ὡς ὁ Ἠλὶ τὸν Ὀφνὶ καὶ Φινεὲςπεσόντας ἐπὶ τῆς παρατάξεως, ὡς Μωϋσῆς τὸν λαὸν τὴν ἄθεον μοσχοποιΐαν καινοτομήσαντα. 13.12.3 Πρὸ τῶν σωματικῶν πατέρων θάρρησον τῷ κατὰ Θεόν σε γεννήσαντι, δεῖξον αὐτῷ ἀνερυθριάστως τὰ κεκρυμμένα, γύμνωσον τὰ τῆς ψυχῆς ἀπόρρητα ὡς ἰατρῷ πάθος δεικνύων κεκαλυμμένον· αὐτὸς ἐπιμελήσεται καὶ τῆς εὐσχημοσύνης καὶ τῆς θεραπείας· πλέον ἡ αἰδὼς τῶν γονέων ἅπτεται τῶν πεπονθότων αὐτῶν. Ἡ γὰρ ἐκείνων δόξα τῶν γεννησαμένων ἐστὶν καὶ ἡ αἰσχύνη ὁμοίως. Ἄδηλος, ἀδελφοί, τῆς ζωῆς ἡ προθεσμία. Φθάσωμεν τῇ ἐπιμελείᾳ τὴν ἔξοδον. 13.12.4 Ἄτοπον γὰρ τοὺς μὲν τῆς σαρκὸς λελογισμένως ποιουμένους τὴν πρόνοιαν καθαίρειν ἑαυτοὺς τῶν ὑλῶν πρὸ τῆς ἐπιτολῆς τοῦ λεγομένου κυνός, ἵνα μὴ διασαπὲν ἐκ τῆς ἄγαν θερμότητος τὸ ὕγρον νοσοποιὸν σῆψιν ἐργάσηται, τοὺς δὲ κατὰ διάνοιαν ἐπιμελείας χρῄζοντας μὴ προφθάνειν τοῦ θανάτου τὴν ἀδηλίαν καὶ τοῦ κολαστηρίου πυρὸς τὴν ζέσιν, τοῦ ἀλήκτως φλέγοντος καὶ μηδέποτε ψυχομένου. 13.12.5 Τὴν δραχμὴν εἶχες τὴν εὐαγγελικὴν καὶ καλῶς ἐπλούτεις τῷ χρήματι, εἶτα διὰ ῥᾳθυ μίαν ἀπώλεσας. Ἅψον τὸν ἐκ τῆς μετανοίας λύχνον, κατάκυψον ἐπιμελῶς, ζήτησον τὸ κειμήλιον τοῖς γηΐνοις ἐγκρυπτόμενον πάθεσιν. Εὑρηκὼς ἀνελοῦ καὶ σῶσον, ἵνα σοι συγχαρῶμεν οἱ γείτονες χαρὰν τὴν ἐν Χριστῷ, ᾧ πρέπει δόξα, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

14.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὴν εἴσβασιν τῶν ἁγίων νηστειῶν

14.1.1 Σύνθετον ζῷον ὁ ἄνθρωπος, ἀπὸ σώματος τοῦ φαινομένου καὶ τῆς λογικῆς καὶ ἀσωμάτου ψυχῆς λαχὼν εἶναι ὅπερ ἐστίν. Τῶν δέ γε δύο τούτων τῶν προρρηθέντων οὐχ ὁμότιμος ἡ φύσις καὶ ἡ ἀξία, ἀλλὰ τὸ μὲν ὄργανον ἐδημιουργήθη πρὸς τὴν οἰκονομίαν τῆς κρατούσης κινούμενον, ἡ δὲ ἡγεμονεύειν ἐτάχθη καὶ βασιλεύειν ὡς κρείττων τοῦ χείρονος. 14.1.2 Λαβοῦσα δὲ αὕτη τὸ διακριτικὸν ἀπὸ τοῦ νοῦ καὶ τοῦ λόγου καὶ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων τὴν διαφορὰν ἐξευροῦσα γνωρίζει μὲν Θεὸν ποιητὴν καὶ δημιουργὸν τῶν τε ἐν ποσὶ τούτων καὶ τῇ αἰσθήσει καταληπτῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἀοράτων, ὅσα νοῦς ἀσώματος φαντασιούμενος βλέπει. 14.1.3 Ἀσκοῦσα δὲ δικαιοσύνην καὶ ἀρετήν, ὡς Θεῷ φίλη, ἐφίεται φιλοσοφίας καὶ τοῖς ἐκείνης νόμοις καὶ παραγγέλμασι πειθομένη ἀπάγει μὲν ἑαυτὴν ὅτι πλεῖστον τῶν σαρκικῶν ἐπιθυμημάτων, ἐγγίζει δὲ τῷ Θεῷ καὶ ὅση δύναμις οἰκειοῦσθαι τῷ ἀγαθῷ πραγματεύεται. 14.1.4 Αὐτῆς δὲ τῆς ἱερᾶς φιλοσοφίας περὶ τὴν λεγομένην ἐγκράτειαν τὸ πλεῖστον καὶ κυριώτερον στρέφεται, ἐντεῦθεν γὰρ ὁ νοῦς ἀθόλωτος μένων καὶ οὐδεμίαν ἐπιμιξίαν τῶν ἀπὸ γαστρὸς ἢ τῶν ἄλλων