1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

71

ἐπίστευσεν ὡς αὐτὸς, καὶ οὐκ ἠπίστησεν ὡς ὑμεῖς. ∆ιὰ τοῦτο αὐτὸς 29.753 φίλος, ὑμεῖς δὲ ἐχθροί. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, κατὰ τὸ γεγραμμένον· ὅτι τὸν φύσει Υἱὸν Θεοῦ θέσει καὶ χάριτι υἱοποιηθέντα λέγουσι, καὶ τὸν κτίστην κτίσμα, καὶ τὸν ποιητὴν ποίημα, καὶ τὸν ἀεὶ ὄντα ἐν Πατρί ποτε μὴ ὄντα, καὶ τὸν ἐξ ὄντος Θεοῦ Υἱὸν λέγοντες ἐκ μὴ ὄντων γεγονέναι. Οὐ μόνον δὲ κατὰ τοῦ Θεοῦ καὶ Υἱοῦ ψεύδονται θεομα χοῦντες καὶ χριστομαχοῦντες, ἀλλὰ καὶ πνευματο μαχοῦντες οὐ παύονται, τὸ Πνεῦμα τοῦ Θεοῦ κυριο λογεῖν μὴ βουλόμενοι, σκληρῷ τραχήλῳ καὶ ἀπερι τμήτῳ καρδίᾳ ταῖς θείαις Γραφαῖς ἐναντιούμενοι. Τί δὲ ἐναντιοῦσαι τῇ καλῇ ταύτῃ πίστει καὶ σωζούσῃ ὁμολογίᾳ· Θεὸς, Λόγος, Πνεῦμα· Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα; Οὐ ξένος ὁ Υἱὸς, οὐδὲ ἀλλότριον τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Υἱοῦ, οὐ τόποις μεμερισμένα, οὐκ αἰῶσι παραλαμβανόμενα, οὐ διαστήμασι μετρούμενα. Οὐκ ἐνέλιπεν Υἱός ποτε Πατρὶ, οὐδὲ Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Οὐ Πατὴρ ὁ Υἱὸς, ἀλλὰ Πατὴρ Υἱοῦ γεννήτωρ, ὡς νοῦς λόγου πατὴρ, ὡς δύναμις δυνατοῦ, ὡς σοφὸς σο φίαν γεγεννηκὼς, ὡς ὑπόστασις ἴδιον χαρα κτῆρα. Ὁ δὲ Υἱὸς ἀεὶ Υἱὸς, ὡς μορφὴ Θεοῦ ὑπάρχων ἀεὶ, ὡς εἰκὼν Θεοῦ φυσικὴ ὁ Υἱός. Ἀλλὰ καὶ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ εἴρηται, καὶ δάκτυλος Θεοῦ, καὶ Θεοῦ πνεῦμα, καὶ ῥῆμα καὶ πνεῦμα στόματος, καὶ ἀγαθὸν πνεῦμα, καὶ εὐ θὲς, καὶ ἡγεμονικὸν, καὶ πνεῦμα δυνάμεως, καὶ Κύ ριος καὶ Θεὸς εἴρηται τὸ τοῦ Θεοῦ πνεῦμα, ὡς καὶ ὁ Λόγος. Εἰ γὰρ μετὰ τοῦ Θεοῦ καὶ Λόγου στερεοῖ τὰς δυνάμεις τῶν οὐρανῶν τὸ Πνεῦμα, πῶς ἀλλότριον; Ὅπερ οἱ λαβόντες ναὸς Θεοῦ εἰσιν, ὃ δὴ καὶ πνεῦμα στόματος Θεοῦ προσαγορεύεται, καὶ τῆς δημιουργίας αἴτιον μετὰ τοῦ Λόγου δείκνυται, τὸ ἐνεργοῦν τὰ πάντα ὡς Θεὸς, καθὼς βούλεται, ὥς φησιν ὁ Ἀπόστολος, τὸ τῆς υἱοθεσίας Πνεῦμα, τὸ τῆς ἐλευθερίας αἴτιον, τὸ ὅπου θέλει πνέον θειότητα, ὃ δὴ καὶ πνεῦμα τῆς ἀλη θείας ὁ τῶν ὅλων Κύριος σαφῶς ὀνομάζει· τὸ ἐν εἴδει περιστερᾶς ἐπ' αὐτὸν ἐξ οὐρανοῦ καταβὰν, τὸ ἁγιάζον τὴν Κυριακὴν σάρκα μετὰ τῆς δυνάμεως, τὸ τὴν οἰκου μένην πληροῦν, τὸ παντὶ παρὸν ὡς Θεὸς, καὶ μετὰ Θεοῦ ἀχωρίστως ὂν ἀεί· τὸ γινῶσκον τὰ τοῦ Θεοῦ πάντα, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμῶν, τὸ ἀνθρώπινον λέγω πνεῦμα τὸ ἐν ἡμῖν. Οὕτω γάρ φησι· Καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα Θεοῦ. Καὶ πάλιν φησὶν ὁ Σωτήρ· Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται 29.756 ὁ Υἱὸς ἀποκαλύψαι. Τοῦτο ἐκείνου ὅμοιον, κἀκεῖνο τούτου ἰσοδύναμον. Ἡμῖν γὰρ, φησὶν, ὁ Θεὸς ἀπ εκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ὅρα τοιγαροῦν πῶς ποτὲ μὲν Πατὴρ Υἱὸν ἀποκαλύπτει, ποτὲ δὲ Υἱὸς Πατέρα, ποτὲ δὲ τὸ Πνεῦμα Υἱὸν καὶ Πατέρα ὡσαύτως. Ὥστε ἡ σύμπασα θεότης δῆλός σοι, ποτὲ μὲν ἐν Πατρὶ, ποτὲ δὲ ἐν Υἱῷ καὶ Πνεύματι προσηγορία γίνεται. Καὶ σοὶ λύει τὸ προφητικὸν ζήτημα σαφῶς ὁ Ἀπόστολος, καὶ οὐκ ἐᾷ πρόσωπον ἓν ὑπολαβεῖν τὴν θεότητα διὰ τὰς τοῦτο δηλοῦν νο μιζομένας φωνάς. Ἐπεὶ καὶ αὐτὸς, καίτοι τὸ τοῦ Υἱοῦ πρόσωπον σαφῶς πανταχοῦ κηρύττων ὡς δη μιουργικὸν, ὅμως εἰς τὸ τοῦ Πατρὸς πρόσωπον ἀν ήγαγε τὴν πᾶσαν δημιουργίαν. Ἢ γὰρ οὐκ αὐτός ἐστιν ὁ λέγων· Εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάν τα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐ τοῦ; Καὶ ὁμοίως ἐνταῦθα τὸν ἕνα καὶ τὸν ἕνα σαφῶς εἰρηκὼς, καὶ τὸ δι' Υἱοῦ πάντα γίνεσθαι μεμαρτυ ρηκὼς, ἕνα πρὸς Ῥωμαίους εἴρηκε, καὶ τὸ δι' αὐτοῦ γίνεσθαι πάντα προστέθεικεν, οὐ μόνον τὸ ἐξ αὐτοῦ. Ὥστε ἡ δυὰς ἐν δυάδι δεδηλωμένη, ἢ καὶ τριὰς ἐν τριάδι, ὡσαύτως ἐν τῷ αὐτῷ Ἀποστόλῳ σαφῶς μαρτυρήσει καὶ τοῖς προφήταις, ὅτι μὴ τὴν δυάδα ἀναιροῦσι· μᾶλλον δὲ Τριάδα τὴν μονάδα κηρύσσον τες, ἀλλ' ἑνότητα θεότητος εἰδότες, ἐν ἑνὶ προσώπῳ τὰ τρία κηρύσσουσι. Καὶ ἀπ' ἀρχῆς μὲν κατὰ τὴν κοσμοποιίαν πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα διαλεγόμενος δῆλός ἐστιν ὁ Θεὸς, ὡς ἀνθρωπικωτέρῳ τύπῳ παρέστησεν ὁ Μωσῆς διαλεγόμενον αὐτὸν