1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

72

ῥυπασμάτων δεχόμενος ἀνεμπόδιστον ἔχει τὴν ἐνέργειαν καὶ τὴν περὶ τῶν οὐρανίων καὶ συγγενῶν αὐτῷ θεωρίαν. 14.2.1 Οὐκοῦν ὅσοι τῆς φιλοσοφίας τρόφιμοι καὶ τῶν ὑψηλῶν ἐρασταὶ καὶ μαθηταὶ τοῦ λόγου, ἀγαπήσατε τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν ἁγίαν τεσσαρακοστὴν χαίροντες ὑποδέξασθε ὡς σωφροσύνης διδάσκαλον καὶ ἀρετῆς μητέρα καὶ τροφὸν τῶν υἱῶν τοῦ Θεοῦ καὶ παιδαγωγὸν τῶν ἀτάκτων καὶ γαλήνην ψυχῶν καὶ εὐστάθειαν βίου καὶ εἰρήνην ἔνσπονδον καὶ ἀτάραχον. 14.2.2 Ταύτης γὰρ τὸ αὐστηρὸν καὶ σεμνὸν πάθη κοιμίζει, ὀργὰς καὶ θυμοὺς ἀποσβέννυσιν, πάντα κλύδωνα τὸν ἐκ πολυφαγίας ἀναζέοντα καταψύχει καὶ καταστέλλει. Καὶ ὅπερ ἐπὶ τοῦ θέρους, ὅταν ὁ ἥλιος τὸ φλογῶδες καταλάμπῃ τῆς γῆς, ὁ βορρᾶς τοὺς θαλπομένους εὐεργετεῖ πραείαις αὔραις ἀπελαύνων τὸ πνῖγος, τοιοῦτον καὶ ἡ νηστεία χαρίζεται τὴν ἐκ τῆς γαστριμαργίας πύρωσιν τῶν σωμάτων ἀποδιώκουσα. 14.2.3 Τοσαῦτα δὲ ψυχὴν εὐεργετοῦσα οὐχ ἧττον ὠφελεῖ καὶ τὸ σῶμα. Λεπτύνει γὰρ καὶ τῶν ὑλῶν τὰς παχύτητας καὶ τὸν ὄγκον ἀποσκευάζει τοῦ σώματος καὶ τὰς φλέβας τῷ πλήθει ῥηγνυμένας τοῦ αἵματος ἀνίησι καὶ δίδωσιν ὀλίγον χώρημα τῇ στενότητι, ἵνα μὴ πάθωσι τὸ τῶν σωλήνων πάθος. Καὶ γὰρ ἐκεῖνοι, ὅταν αὐτοῖς πολύ τι καὶ ἄμετρον ὑπὲρ τὴν χώρησιν ἐποχετεύσῃ τὸ ὕδωρ, ἐκρήγνυνται τὸν ἐκ τῆς βίας εἰσωθούμενον ὄγκον μὴ στέγοντες. 14.2.4 Κεφαλὴ δὲ πραεῖαν ἔχει καὶ γαληνιῶσαν κατά στασιν, οὔτε τῶν ἀρτηρίων παλλομένων οὔτε τοῦ ἐγκεφάλου διὰ τῆς ἀναδόσεως τῶν ἀτμῶν ζοφουμένου. Στομάχου δὲ ἐλευθερία ἐγκράτεια. Τότε γὰρ ἀφίεται τῆς ἠναγκασμένης δουλείας καὶ τοῦ ζέειν ὡς λέβης, κάμνων ταῖς πέψεσιν. Ὀφθαλμοὶ καθαρὸν καὶ ἀνεπισκότητον βλέπουσι πάσης ἀχλύος ἀφαιρουμένης, ἣν ὁ κόρος καταχέειν εἴωθε τῶν ὀμμάτων, καὶ τῶν ποδῶν ἡ βάσις ἑδραία, ἀκλόνητος δὲ τῶν χειρῶν ἡ ἐνέργεια. 14.2.5 Ἆσθμα τεταγμένον καὶ μέτριον, παρ' οὐδενὸς τῶν ὀχλούντων πνευμά των ἔνδοθεν ἐπειγόμενον. Λόγος τοῦ νηστευτοῦ σαφὴς καὶ διηρθρωμένος, νοῦς καθαρὸς καὶ τότε ἀληθῶς τὸ θεοειδὲς ἔχων, ὅταν ὡς ἐν ἀσωμάτῳ τῇ σαρκὶ ἄλυπον καὶ ἀθορύβητον ἐπιτελῇ τὴν ἰδίαν ἐνέργειαν. Ὕπνοι ἄλυποι καὶ ἀφαντασίαστοι· καὶ ἵνα τὰ πολλὰ παραδραμὼν εἴπω, νηστεία ἐστὶν εἰρήνη κοινὴ ψυχῆς καὶ σώματος, ἀτάραχος ζωή, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων καὶ λυπῶν τὸν ἐχθρόν. 14.2.6 Ὥσπερ γὰρ ὁ πολέμιος ὅταν ἴδῃ τὸν ἐναντίον γρήγορον καὶ νηφάλιον, ὁπλιζόμενον ἐπιμελῶς καὶ τὴν ἀνδρείαν ἀσκοῦντα, ἧτταν οἰκείαν ἡγεῖται τὴν φιλόπονον ἐκείνου παρασκευήν, οὕτως καὶ ὁ τῆς ἡμετέρας σωτηρίας ἐπίβουλος πᾶσαν ἡμῶν τὴν κατ' ἀρετὴν ἀκριβείαν ὡς ἱδίαν μισεῖ συμφοράν. 14.3.1 Καὶ διὰ τοῦτο γίνωσκε τῆς μὲν τοῦ νηστευτοῦ οἰκίας ἀγγέλους εἶναι φύλακας καὶ φρουροὺς παρέδρους, τοῦ δὲ ταῖς ἀπολαύσεσι κατὰ τῆς τεσσαρακοστῆς κωμάζοντος δαίμονας οἰκείους, κνίσης φίλους καὶ ἐραστὰς αἱμάτων καὶ παρέδρους τῆς μέθης. Καὶ γὰρ καὶ τῶν πνευμάτων, εἴτε τῶν ἁγίων εἴτε τῶν ἀκαθάρτων, ἕκαστον προσχωρεῖ τοῖς οἰκείοις καὶ φίλοις, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὀρνίθων ἔστιν ἰδεῖν. 14.3.2 Περιστερὰ μὲν γὰρ περὶ τοὺς καθαροὺς τῶν τόπων φιλοχωρεῖ καὶ περὶ τὰς ἀρούρας στρέφεται ἑαυτῇ καὶ τοῖς τέκνοις σπερμολογοῦσα· καὶ ἡ τρυγὼν ἡδέως τοῖς πετάλοις τῶν δένδρων ἐγκάθηται ἡδύ τι καὶ λεπτὸν ὑποτρύζουσα. Ὁ δὲ γαστρίμαργος κόραξ τοῖς κρεοπωλίοις προσκάθηται βαρύ τι καὶ ἀηδὲς τῶν κρεανομούντων καταβοῶν. 14.3.3 Ὥστε τὴν ἐγκράτειαν ἀγαπήσωμεν, ἵνα παρ' ἀγγέλων ἀγαπηθῶμεν, μισήσωμεν δὲ τὴν τρυφὴν τὴν ἀκόλαστον, ἵνα μετ' ἐκείνης τὴν πρὸς δαίμονας συνεκβάλωμεν κοινωνίαν. Οὐδεὶς τρυφῶν ἐγένετο σπουδαῖος, οὐδὲ εὐωχίαις σχολάζων ἀρετῆς μαθητής, οὐδὲ φιλήδονος ἅγιος, οὐδὲ σαρκικῶς ζῶν κοινωνὸς βασιλείας. 14.4.1 Ἐλθὲ τῇ μνήμῃ πρὸς τὴν ἀρχὴν τοῦ γένους ἡμῶν καὶ τὴν πεῖραν εὑρήσεις ὧν μεμφόμεθα μάρτυρα. Οὐκ ἂν γὰρ ἡμῖν ἐτέθη νόμος νηστείας, εἰ μὴ παρεβάθη τῆς πρώτης ἐγκρατείας ὁ νόμος· οὐκ ἂν ὠνομάσθη γαστὴρ