72
αʹ. ∆ιαλεχθεὶς περὶ ἐπισκόπων, περὶ διακόνων, ἀνδρῶν, γυναικῶν, περὶ χηρῶν, περὶ πρεσβυτέρων, περὶ τῶν ἄλλων ἁπάντων, καὶ δείξας ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος, ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε· ∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου 62.587 ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Καὶ φρικτῶς παραγγέλλει λοιπόν· οὐ γὰρ ἐπειδὴ Τιμόθεος ἦν τὸ τέκνον τὸ ἀγαπητὸν, ᾐδέσθη. Ὁ γὰρ περὶ ἑαυτοῦ μὴ αἰσχυνθεὶς εἰπεῖν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι, πολλῷ μᾶλλον περὶ Τιμοθέου οὐκ ἂν ᾐδέσθη οὐδὲ ᾐσχύνθη. Ἀλλὰ τὸν μὲν Πατέρα καὶ τὸν Υἱὸν καλῶς παραλαμβάνει εἰς μαρτυρίαν· τοὺς μέντοι ἐκλεκτοὺς ἀγγέλους τίνος ἕνεκεν; Ἀπὸ πολλῆς ἐπιεικείας· ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησί· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ ∆εσπότου· καὶ πάλιν, Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Καλεῖ δὲ μάρτυρα τὸν Πατέρα καὶ τὸν Υἱὸν τῶν λεχθέντων, εἰς τὴν μέλλουσαν ἡμέραν ἀπολογούμενος αὐτοῖς, εἴ τι γένοιτο παρὰ τὸ δέον, ὡς τὸ πᾶν ἀποδυσάμενος. Ἵνα ταῦτα, φησὶ, φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Τουτέστιν, ἵνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, τοῖς ἐπὶ σοῦ κρινομένοις, ἵνα σε μηδεὶς προκαταλάβῃ, μηδὲ προοικειώσηται. Τίνες δέ εἰσιν οἱ ἐκλεκτοὶ ἄγγελοι; Ἄρα ὡς ὄντων τινῶν οὐ τοιούτων. Ἐπεὶ καὶ ὁ Ἰακὼβ τὸν Θεὸν λαμβάνει ἰδίᾳ μάρτυρα, καὶ τὸν βουνόν. Οὕτω καὶ ἡμεῖς πολλάκις καὶ ὑπερέχοντα καὶ ἐλάττονα πρόσωπα εἰς μαρτυρίαν λαμβάνομεν· οὕτω μέγα ἐστὶν ἡ μαρτυρία, ὡς ἂν εἰ ἔλεγε· Μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν Υἱὸν αὐτοῦ καὶ τοὺς δούλους αὐτοῦ, ὅτι παρήγγειλά σοι· ἐπ' αὐτῶν ἰδού σοι παραγγέλλω. Φοβεῖ τὸν Τιμόθεον. Εἶτα τοῦτο εἰπὼν, ὃ πάντων μάλιστα καιριώτατον ἦν, ἐπήγαγε καὶ ὃ μάλιστα συνέχει τὴν Ἐκκλησίαν, τὸ τῶν χειροτονιῶν. Χεῖρας γὰρ, φησὶ, ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Τί ἐστι, Ταχέως; Μὴ ἐκ πρώτης δοκιμασίας, μηδὲ δευτέρας, μηδὲ τρίτης, ἀλλὰ πολλάκις περισκεψάμενος καὶ ἀκριβῶς ἐξετάσας· οὐ γὰρ ἀκίνδυνον τὸ πρᾶγμα. Τῶν γὰρ ἡμαρτημένων ἐκείνῳ καὶ σὺ δίκην ὑφέξεις ὁ τὴν ἀρχὴν παρασχὼν, καὶ τῶν παρελθουσῶν ἁμαρτιῶν καὶ τῶν γενησομένων. Ἀφεὶς γὰρ τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, τούτων μὲν ὡς αἴτιος ὢν σὺ τοῦτον ἐπὶ τὴν ἀρχὴν ἀγαγὼν, τῶν δὲ παρελθουσῶν ὡς οὐκ ἀφεὶς αὐτὰς πενθῆσαι, οὔτε ἐν κατανύξει γενέσθαι. Ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ἀνδρὶ μέχρι τοσούτου νηστείαις προσεσχηκότι, καὶ ἐπὶ τοσοῦτον ὕδατι χρησαμένῳ, ὡς καὶ ἀσθενεῖν, καὶ πυκνῶς ἀσθενεῖν, παραγγέλλει σωφρονεῖν, καὶ οὐκ ἀναίνεται ἐκεῖνος· πολλῷ μᾶλλον ἡμεῖς, ὅταν ἀκούσωμεν νουθεσίαν παρά τινος, οὐκ ὀφείλομεν δυσχεραίνειν. Τί δήποτε δὲ οὐκ ἔῤῥωσεν αὐτοῦ τὸν στόμαχον; Οὐχ ὡς ἀδυνατῶν, ἀλλὰ μέγα τι καὶ ἐντεῦθεν οἰκονομῶν· οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, εὔδηλον ὅτι καὶ τοῦτο ἐδύνατο. Τίνος οὖν ἕνεκεν; Ἵνα, κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἐκεῖνο συμφερόντως ἐγένετο. Εἰ γὰρ αὐτῷ ἐδόθη ἄγγελος 62.588 Σατᾶν, ἵνα μὴ ὑπεραίρηται, πολλῷ μᾶλλον Τιμοθέῳ· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι. ∆ιὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μὴ σκανδαλίζωνται, καὶ μάθωσιν, ὅτι τῆς φύσεως ὄντες κἀκεῖνοι τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κατώρθουν. ∆οκεῖ δέ μοι καὶ ἄλλως ἐπίνοσος εἶναι, καὶ τοῦτο δείκνυσι λέγων· ∆ιὰ τὰς πυκνάς σου ἀσθενείας, ἀπό τε σοῦ στομάχου, ἀπό τε τῶν ἄλλων μερῶν. Οὐ μὴν ἀνῆκεν αὐτὸν ἀνέδην ἐμφορεῖσθαι τοῦ οἴνου, ἀλλ'