74
Ὥστε μεταβάλλεσθαι χρή· ὥστε οὐχ ἁπλῶς κατηγόρησεν. Οὐ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι τότε μὲν ὁ προφήτης ἔλεγεν εἰκότως, νῦν δὲ οὐχί. Καὶ γὰρ ἡμεῖς μεγάλων ἐσμὲν ὑπεύθυνοι κακῶν. Μετεβάλλοντο οὖν ἐκεῖνοι, καὶ μετεβάλλετο ὁ Θεός. Ἀλλ' ἡμεῖς ἐπὶ τὴν κακίαν ἐπανήλθομεν.
ΚΕΦΑΛ. ΚΖʹ.
*Οὕτως εἶπε Κύριος πρός με· Ποίησον σεαυτῷ δεσμοὺς, καὶ κλοιοὺς, καὶ περίθου περὶ τὸν τράχηλόν σου, καὶ ἀποστελεῖς αὐτοὺς πρὸς τὸν βασιλέα Ἰδουμαίας, καὶ πρὸς τὸν βασιλέα Μωὰβ, καὶ πρὸς βασιλέα υἱὸν Ἀμμὼν, καὶ πρὸς βασιλέα Τύρου, καὶ πρὸς βασιλέα Σιδῶνος, ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν ἐν Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τὰ ἑξῆς. Ζητήσειεν ἄν τις, ὅπως ἐν τοσαύτῃ ταλαιπωρίᾳ Ἰουδαίοις ἐξεταζομένοις, οἱ τῶν ὁμόρων ἀγγέλους ἀπέστελλον πρὸς Σεδεκίαν. Ἔστιν οὖν ἡ αἰτία αὕτη· Ἀπὸ τῶν χρόνων Ἐζεκίου, ἐπειδὴ εὐσεβὴς ἦν ἐκεῖνος καὶ ἐπίδοξος ἀνὴρ, ὑπόσπονδοι γεγόνασιν οὐ ἴσ. οἱ περίοικοι, μεγίστην τὴν περὶ αὐτοῦ ἐσχηκότες δόξαν, καὶ πάντων τῶν Ἰσραηλιτῶν, διὰ τὸ γεγενημένον σημεῖον. Βουλόμενος τοίνυν παιδεῦσαι πάντας, ὡς ∆εσπότης ἐστὶν τῶν ἁπάντων Θεὸς, ὅπως ἂν μὴ νομίζοιεν ἀσθενείᾳ τοῦ προνοοῦντος αἰχμάλωτον γενέσθαι τὸν λαὸν, καὶ τὸν ἴσ. ναὸν ἃ καταστρέφεσθαι, κελεύει τῷ προφήτῃ εἰς ἀπάντησιν αὐτῶν ἐλθεῖν, καὶ μηνῦσαι τὴν ἰσχὺν τοῦ Ναβουχοδονόσορ, παραινῶν αὐτοῖς, μὴ πείθεσθαι τοῖς μα 64.961 ταίοις καὶ τοῖς ψευδοπροφήταις· ὡς ἂν ἐξ αὐτῶν τῶν πραγμάτων γνοῖεν τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ ὡς δι' ἁμαρτίας ὁ λαὸς, οὐχ ὑπὸ τῆς ἀσθενείας, τοῦ προνοοῦντος αἰχμάλωτος γέγονε· δεσμὸν δὲ τὸν ζυγὸν, κλοιὸν δὲ λέγει τὰ περισφιγγόμενα περὶ τὸν ζυγὸν ξύλα, ἃ συνέχει τῶν βοῶν τὸν αὐχένα. Ὅρα, πότε ἤκουσε, καὶ πότε ἐποίησεν. Ἐντεῦθεν δῆλον, ὅτι οὐ πάσας τὰς προφητείας κατὰ καιρὸν ἤκουον. Τίνος ἕνεκεν; ἵνα μηδὲ τοῦ σημείου γένηται χρεία, ἵνα μαθόντες οἱ ἄνθρωποι, ὅτι τόδε ἐκελεύσθη τὸ σημεῖον ποιῆσαι, σωφρονισθῶσιν. Ὁρᾷς πῶς πάντων προνοεῖ ὁ Θεός. Οὕτως εἶπε. Καὶ νῦν ἐγώ εἰμι, οὐ μεταβέβλημαι, ἐπὶ τῆς αὐτῆς δυνάμεώς εἰμι. Ὅρα, πῶς δικαιολογεῖται. Εἰ ἐγὼ ἐποίησα, καὶ δοῦναι κύριος ἂν εἴην. Ἀλλ' οὐ πιστεύεις ὅτι ἐγὼ ἐποίησα, πιστεύσεις διὰ τῶν μετὰ ταῦτα. Ἔδοξέ μοι δοῦναι αὐτὴν τῷ Ναβουχοδονόσορ. Ὅρα, πῶς αὐτῶν καὶ τὸν τύφον καταστέλλει. Μὴ γὰρ οἰκείᾳ παραγίνεται δυνάμει, καὶ τῶν πόλεων περιγίνεται; Αὐτὸς ἄνωθεν ταῦτα τυπῶ. Ὅρα, πῶς αὐτοὺς παιδεύει θεογνωσίαν, ἵνα ἐκ τούτων καὶ τὰ πρότερα μάθωσιν. Καὶ τὰ θηρία. Μὴ γίνεσθε τούτων ἀνοητότεροι μηδὲ ἀχάριστοι· τὰ ἄλογα ὑπήκουσαν, ὑμεῖς δὲ ἀνθίστασθε; μὴ γὰρ ὑμᾶς δίδωμι μόνους; καὶ τὴν πόλιν τὴν ἐμήν. Ὁρᾷς κοινὰ τὰ τῆς προνοίας αὐτοῖς; Πάντας γὰρ ἀνθρώπους αὐτὸς ἐποίησεν· οὐκοῦν πάντων ἴσως προνοεῖ· οὐ γάρ ἐστι προσωποληψία παρ' αὐτῷ. Καὶ τὸ ἔθνος. Ὅρα πῶς πόση περ παῤῥησία, πῶς ἐλεεινῶς τὴν δουλείαν ἐνέφηνε, τῷ σφόδρα θαῤῥεῖν τοῖς λεγομένοις, οὐκ ἐπεσκιασμένως· Ὅσοι μὴ ἐμβάλωσι τὸν τράχηλον, καθάπερ περὶ ἀλόγων τινῶν, οὕτω διαλέγεται. Καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν. Ὁρᾷς δικαστήριον καθήμενον, καὶ βάσανον γινομένην μαντείας καὶ προφητείας; Ταῦτα ἐκεῖνοι λέγουσιν, ἐγὼ δὲ τἀναντία· ἴδωμεν τίνι μαρτυρεῖ τὸ τέλος. Καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ. Μὴ καὶ τοῦτο ἔχει τι; μὴ καὶ τοῦτο στοχασμός; τὸ τοὺς μὲν ἀναιρεῖσθαι, τοὺς δὲ ἀφίεσθαι; διὸ καὶ λιμὸς αὐτοὺς καταλήψεται. Πρὸς Σεδεκίαν. Μὴ νομίσητε, ὅτι ὡς ἐχθρὸς λέγω καὶ πολέμιος· καὶ τοῖς παρ' ἡμῖν ταῦτα προφητεύω. Εἶτα ὅρα, τί γίνεται· ἀντιλέγει ὁ ψευδοπροφήτης. Τοῦτο δὲ ἐποίησεν ὁ διάβολος, ὥστε ἐμποδίσαι τῇ