1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

75

λεγομένοις ἐπιψηφίσαι. 14.10.1 Ἐγὼ δὲ καὶ ὑπερβολὴν ποιήσομαι, οὐχ ἀντέχομαι τῆς ἰσομοιρίας. Συγκαταβαίνω τῇ ἀσθενείᾳ τοῦ σώματος. Ἀφίημι τοὺς δέκα μῆνας τῷ σώματι καὶ μικρόν τι πρός. Χαρισάσθω μοι τὴν τεσσαρακοστὴν ἀνύβριστον, ἵνα μικρὸν ἀπαλλαγῶ τοῦ βορβόρου, τοῦ πηλοῦ τῇ ἐγκρατείᾳ ψυγέντος. Ταῦτα, ὦ χριστιανοί, δίκαιά τε καὶ ἀναντίρρητα, κἂν Θεὸς δικάζῃ κἂν ἄνθρωπος. 14.10.2 Καὶ σὺ δέ μοι, ὁ δικαστής, ἐπιψήφισον ἐν καιρῷ γὰρ παρεγένου ἀμφισβητούσῃ τῇ ψυχῇ πρὸς τὸ σῶμα. Ἄνελε τοίνυν μοι, ὁ χριστιανός, τὴν ἡδυπάθειαν ὡς μειρακιώδη. Ἀνὴρ εἶ, μὴ φρόνει τὰ τῶν νηπίων. Ἐκεῖνα ἂν μὴ λάβῃ τοῦ μέλιτος, θρηνεῖ· ἂν μὴ τοῦ κρέως ὀρέξῃς ἢ τοῦ οἴνου, πίπτοντα ἀποσπαίρει, ἀποκναίει δὲ πάντας ἐπὶ πλεῖστον ὅσον κλαυθμυριζόμενα. 14.10.3 Ἐρυθριῶ πρὸς τὴν κατήφειαν τῶν γαστριμάργων, ὅπως πενθοῦσι τὴν ἀσιτίαν· χασμῶνται συνεχῶς, κατακλίνονται μικρόν, διανίστανται πάλιν, καθεύδουσιν ἠναγκασμένοι. Ἐν ἀναισθησίᾳ σπουδάζουσι τὰς ἡμέρας διατελεῖν, ἄχθονται τῷ ἡλίῳ πρὸς τὴν δύσιν βραδύνοντι. Μακροτέρας τῆς συνηθείας τὰς ἡμέρας προσαγορεύουσι. Πλάσσονται δὲ λοιπὸν στομάχων ἀλγηδόνας καὶ πνευμάτων ἐντάσεις καὶ βάρη τῆς κεφαλῆς καὶ ἀνατροπὴν τῆς ἕξεως. 14.10.4 Καίτοιγε 14.10.4 ταῦτα τῆς πλησμονῆς εἰσιν, οὐ νηστείας γνωρίσματα. Ἀηδῶς ἐπὶ τὴν σεμνὴν ἔρχονται τράπεζαν, καταγογγύζουσι τῶν λαχάνων, λοιδοροῦσι τὰ ὄσπρια ὡς μάτην ἐπεισαχθέντα τῇ κτίσει· γίνονται γὰρ καὶ φυσιολόγοι οἱ φιλήδονοι κατὰ τῶν ὄψων τῆς ἐγκρατείας. 14.10.5 Ἀπνευστὶ τὸ ὕδωρ ἕλκουσιν ὡς ἀηδὲς φάρμακον παρὰ ἰατρῶν λαβόντες πιεῖν. Οἱ πολλοὶ δὲ καὶ τὸν οἶνον σοφίζονται νόθοις κατασκευαῖς τὴν φιληδονίαν παραμυθούμενοι. Καὶ ἄλλοι τοιγαροῦν τὴν χρείαν λαχάνοις ἐπιτηδεύουσι καὶ ποικίλοι γίνονται τῆς ἀπολαύσεως σοφισταί. Τοῦτο δὲ λίαν εὔηθες καὶ ἀνόητον. 14.10.6 Ἐγκράτεια γὰρ αὐτεξουσίου καὶ ἐλευθέρου φρονήματός ἐστιν ἀγώνισμα, μὴ γὰρ δουλότροπος σκευωρία ζητοῦσα τὸ προκείμενον οὐ καθὼς προσῆκεν ἐξεργάσασθαι, ἀλλὰ δουλοπρεπῶς σκευωρῆσαι. Μισθὸν ἀπαιτεῖς ἐφ' οἷς ζῇς κατὰ νόμον τῆς ἀρετῆς. Μισθὸς δὲ καὶ ἐπίχειρα τοῖς ἀδόλοις ἐργάταις, οὐ τοῖς κακούργοις ἐπήγγελται. 14.11.1 Μὴ νόθευε τὴν νηστείαν, ἵνα μὴ πάθῃς τὰ τῶν καπήλων. Εἰ γὰρ ἐκεῖνοι τῷ οἴνῳ ὕδωρ παραμιγνύντες κολάζονται, σὺ τῷ αὐστηρῷ τῆς νηστείας τὰς σεσοφισμένας ἀπολαύσεις ἐπεισάγων πῶς ἀτιμώρητος παρελεύσῃ; Μὴ μιμοῦ τὰς πεπλασμένας ἀσθενείας, μὴ καταψεύδου τῆς τεσσαρακοστῆς ὡς νοσοποιοῦ, τοὐναντίον γὰρ ὑγιείας ἐστὶ ποιητική. Μὴ προφασίζου προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις φιληδονίαν. 14.11.2 ∆ιὰ συνήθειαν σοι κακὴν πολέμιος νομίζεται ἡ ἐγκράτεια· οὐ μὴν φυσικῶς ἐστιν ἐπαχθής. Τεκμήριον δὲ τοῦ λόγου πάντες βάρβαροι, ὅσοι οὔτε ἀμπέλους φυτεύουσιν οὔτε πίνουσιν οἶνον, ἀλλὰ τὸ αὐτόματον ἐπισπῶνται καὶ ἀγεώργητον πόμα, τὸ ὕδωρ, καὶ γνωρίζονται γενναῖοι καὶ ἀριστεῖς ἐν πολέμοις καὶ κρατοῦσι τῶν πολυοίνων, ὡς εἰκός, μεθυόν των οἱ νήφοντες. 14.11.3 Σώματα δὲ αὐτοῖς κοῦφα καὶ μοχθηρὰ καὶ ταχεῖς μὲν ἀναβῆναι ἵππον οἱ τοιοῦτοι, εὐφυεῖς δὲ καὶ τολμηταὶ καὶ πρὸς τοξείαν εὔστοχοι. Ἀσφαλεῖς δὲ μετὰ τοῦ θράσους καὶ γνώμην ἐν ἀπόροις εὑρεῖν ἱκανοί. Μὴ οὖν κατηγόρει τοῦ ὕδατος ὡς ἐξιτήλους καὶ ἀσθενεῖς τοὺς χρωμένους ἐνεργαζομένου· ἐλέγχει γάρ σου τὴν συκοφαντίαν ἡ πεῖρα. 14.11.4 Τί λέγω περὶ τοῦ οἴνου; Σκύθαι οἱ νομάδες, ὅσοι προσοικοῦσι τὸν Βόσπορον καὶ ὅσοι τῷ Ῥήνῳ ποτάμῳ προσκάθηνται, ἄοικοι μέν εἰσι καὶ ἀνέστιοι. Σκηνιταὶ δὲ βιοῦσιν ἐκ πίλων καὶ κωδίων καὶ τῶν προστυχόντων προκαλυμμάτων ἑαυτοῖς τὴν σκεπὴν πηγνύμενοι. 14.11.5 Ἄροτρον δὲ οὐκ ἴσασιν οὐδὲ γῆν ἀνατέμνουσι· διὸ καὶ ἄρτον οὐ προσφέρονται· πῶς γὰρ οἱ τοῦ σίτου καὶ τῶν ἑξῆς σπερμάτων μὴ μεμαθηκότες τὴν γεωργίαν; Ὅμως χωρὶς ἄρτου καὶ οἴνου διαζῶντες εἰσὶν ἀνδρεῖοι καὶ ὅλοις ἔθνεσι πρὸς πόλεμον ἀξιόμαχοι τῶν δὲ πολλῶν κρατοῦντες καὶ ὑπερέχοντες· καὶ οὐδὲν