1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

75

προῤῥήσει. Εἰ προφῆταί εἰσι, καὶ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ τῶν δυνάμεων πρὸς τὸ μὴ πορευθῆναι τὰ σκεύη τὰ ὑπολελειμμένα ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἰκίᾳ βασιλέως Ἰούδα, καὶ ἐν Ἱερουσαλὴμ εἰς Βαβυλῶνα. Ἐπειδὴ οἱ ψευδοπροφῆται ἔφασκον μηδὲν μὲν πάσχειν τοὺς παρόντας, τὸ δὲ ἐναντίον, καὶ τοὺς 64.964 ἀποικισθέντας ἐπανιέναι, λέγει ὁ προφήτης. Εἰ ἀληθῶς εἰσιν οὗτοι προφῆται, καὶ ἀπέστειλεν αὐτοὺς ὁ Θεὸς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ, τουτέστιν, εὐξάσθωσαν πρὸς τὸν Θεὸν, ὥστε τὰ ὄντα μὴ ἀπαχθῆναι, ὅπερ εὔκολον μᾶλλόν ἐστιν, ἢ τοὺς ἀποικισθέντας ἐπανελθεῖν, ἵνα ἀπὸ τούτων γνῶμεν, ὡς κἀκεῖνο ἔσται. Τί ἐστιν· Ἀπαντησάτωσάν μοι τῷ Θεῷ, ὥστε μὴ ἀπαχθῆναι τὰ σκεύη; Τουτέστι κωλῦσαι τὸν Θεὸν, πεῖσαι αὐτὸν, δεικνὺς καὶ ἐκεῖ τὸ τῶν εὐχομένων Forte ἐρχομένων εἰς ἀπάντησιν, μήποτε εἰς πόλεμον ἴσ. μήτε οὐ εἰς πόλ. ἢ εἰς τὸ κωλῦσαι τοὺς Ἰουδαίους ἐπελθεῖν αὐτοῖς. Οὐ λέγω, φησὶν, ὅτι Πεισάτωσαν ἀναγαγεῖν τὰ σκεύη, τὰ ληφθέντα· δυνηθήτωσαν τὰ σκεύη τὰ ὑπόλοιπα κωλῦσαι.

ΚΕΦΑΛ. ΚΗʹ.

Καὶ εἶπεν Ἱερεμίας. Ἀνανίου τοῦ ψευδοπροφήτου εἰρηκότος, ὡς μετὰ δύο ἔτη ὑποστρέφουσι τὰ ἅγια σκεύη ἐκ τῆς Βαβυλῶνος, εἶπεν ὁ Ἱερεμίας, ὅτι τὸ πέρας δείξει τῶν λόγων τὴν ἀλήθειαν. Ἀληθῶς, κ. τ. λ. Ἵνα μὴ νομίσητε, ὅτι ἐγὼ ὑμῖν πολεμῶ· βούλομαι ἐγὼ καὶ εὔχομαι τοῦτο εἶναι, καὶ ἐμαυτὸν ψεύδεσθαι. Πλὴν ἀκούσατε. Εἶτα ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, ὅρα πῶς αὐτοὺς φοβεῖ, μονονουχὶ λέγων, ὅτι οὐδὲν ἔσται τοιοῦτον, καὶ δεικνὺς, ὅτι πάντες οἱ προφῆται οἱ τὰ λυπηρὰ λέγοντες, οὗτοι μάλιστα ἦσαν ἀληθεῖς. *Καὶ ἔλαβεν Ἀνανίας ὁ ψευδοπροφήτης ἔναντι παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου τοῦ προφήτου, καὶ συνέτριψεν αὐτοὺς, καὶ τὰ ἑξῆς. Ὁ Ἱερεμίας τὸν ζυγὸν ἐπὶ τοῦ τραχήλου φέρων κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα, προφητεύσας κατὰ τῶν ἐθνῶν προεφήτευσε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἦν δὲ τέταρτον ἔτος τοῦ Σεδεκίου, ὡς αὐτὸς ὁ προφήτης λέγει. Ἐν τοίνυν τῷ πέμπτῳ μηνὶ τούτου τοῦ ἔτους Ἀνανίας ὁ ψευδοπροφήτης ἐλθὼν ἐμήνυεν ἄοδον ἴσ. ἄνοδον τῶν αἰχμαλωτισθέντων, καὶ τοῦ Ναβουχοδονόσορ ἀπώλειαν, καὶ, ὡς δὴ κατὰ πρόσταγμα Θεοῦ ποιῶν, συνέτριψε τὸν ζυγόν. Εἶτα κατ' αὐτοῦ ἀποκάλυψις τοῦ Ἱερεμίου, καὶ ἀποκάλυψις τῆς ἀληθείας τῶν λόγων· φησὶ γὰρ πρὸς αὐτόν. Ὅρα παρ' ἡμῖν τὰ ἁμαρτήματα, τοὺς ἐλέγχους. Τί οὖν ὁ Ἱερεμίας; Οὐδὲν πλέον ἐποίησεν, ἀρκοῦντα τὸν ἔλεγχον ἐπιδειξάμενος. *Τούτῳ τῷ ἐνιαυτῷ σὺ ἀποθανῇ ὅτε ἐκδίκησιν ἐποίησας αὐτῷ, λαλήσας πρὸς τὸν Κύριον. Τουτέστιν ἐναντίαν τῇ βουλῇ τοῦ Θεοῦ, καὶ ἐπάγει· Καὶ ἀπέθανεν Ἀνανίας ὁ ψευδοπροφήτης ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἐν τῷ μηνὶ ἑβδόμῳ μετὰ δύο μῆνας τῶν λόγων τοῦ προφήτου. Τούτων δὲ γενομένων γράφει ὁ Ἱερεμίας κατὰ πρόσταγμα Θεοῦ πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ μὴ 64.965 ἀπατᾶσθαι τοῖς λέγουσιν αὐτοῖς, ἐπανιέναι· εἰδέναι δὲ ὡς καὶ οἱ ἐν τῇ γῇ αὖθις ἀποικισθήσονται.

ΚΕΦΑΛ. ΚΘʹ.

Καὶ οὗτοι οἱ λόγοι. Τίνος οὖν ἕνεκεν, εἰπὲ, πέμπει καὶ πρὸς τοὺς ἐν Βαβυλῶνι; Μὴ γὰρ οὐκ εἶχον ἐκεῖ τὸν Ἰεζεκιήλ; Τί βούλεται καὶ αὕτη ἡ ἐπιστολή; ἐκ περιουσίας γίνεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς καὶ αἰδεσιμώτερον νομίζειν καὶ τὸν ἀπὸ τοῦ ναοῦ, καὶ τὸν ἀπὸ τῶν ἁγίων λέγοντα, σημαίνει τοῦτο. Ἄλλ' ὅρα διεστραμμένην κακίαν.