1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

76

αὐτοὺς ἔβλαψεν ἄρτος καὶ οἶνος ἀπών, ἀλλ' ἡ πάτριος συνήθεια φύσις τοῖς ἀνθρώποις ἐγένετο. 14.12.1 ∆ιὰ τί δὲ τούτων ὁ λόγος ἀπεμνημόνευσεν; Ἵνα μάθωμεν ὡς ἀγωγὴ καὶ ἄσκησις πρὸς ἐκεῖνο τυποῖ τὸν ἄνθρωπον, πρὸς ὅπερ ἂν βουληθῶμεν καὶ μελετήσωμεν. Ἔθισον σαυτὸν πρὸς ἐγκράτειαν καί σοι τῷ χρόνῳ γενήσεται ἀνεπαχθὴς σύνοικος. Ἂν δὲ τοὐναντίον τὰς ἀπολαύσεις καὶ τὰς εὐωχίας ἔχῃς συντρόφους καὶ φίλας, οὐδέποτε νηστείαν ἀγαπήσεις, ἀλλά σοι φανεῖται βαρεῖα ὡς ξένη καὶ ἀσυνήθης. 14.12.2 Βίος ἐγκρατὴς μελλούσης καὶ ἀφθάρτου ζωῆς ἐστιν εἰκών. Ὡς γὰρ τότε τὴν ἐμπαθῆ σάρκα ταύτην ἀποδυσάμενοι ἐλεύθεροι διάξομεν οὐδεμίαν ἔχοντες ἀνάγκην γαστρὶ λειτουργεῖν καὶ τοῖς ἄλλοις δουλεύειν πάθεσιν, οὕτω καὶ νῦν ἂν τὴν πολλὴν ἀνάγκην καὶ ὕλην ἑαυτῶν ἀποβάλωμεν, ἐγγὺς τῆς προσδοκωμένης ἀφθαρσίας ἐσόμεθα. Καὶ συντόμως εἰπεῖν, φεύγωμεν τὴν φιληδονίαν εἰς δύναμιν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον. 14.12.3 Ὁ γὰρ φιλοσώματος ἐξ ἀνάγκης ἔσται καὶ φιλοχρήματος, ὁ δὲ φιλοχρήματος ἄδικος, ὁ δὲ τῆς ἀδικίας εἴσω πεσὼν ὑπερβήσεται ῥᾳδίως θεσμοὺς εὐσεβείας καὶ πατήσει νόμους σοφῶν, ἐγχειρήσει δὲ τοῖς ἀπηγορευμένοις εὐκόλως, ἐκεῖθεν ἑαυτῷ τὰς ὕλας ἀθροίζων τῆς ἀπολαύσεως καὶ πάντα τὰ λάφυρα τῆς ἀδικίας τῇ ἡδονῇ δωροφορῶν ὡς δεσποίνῃ. 14.12.4 Μὴ φύγῃς τὴν μοχθηρίαν τῆς ἐγκρατείας, ἀλλὰ τὰς ἐλπίδας ἀντίθες τῷ παρόντι πόνῳ καὶ κούφως παρελεύσῃ τὴν τῆς μεταλήψεως ἀποχήν. Εἰπὲ πρὸς ἑαυτὸν ῥήματα εὐσεβείας· Πικρὰ ἡ νηστεία, ἀλλ' ἡδὺς ὁ παράδεισος· ἐπαχθὴς ἡ δίψα, ἀλλ' ἐγγὺς ἡ πηγή, ἐξ ἧς ὁ πίνων οὐ διψήσει εἰς τὸν αἰῶνα. Ἄτονον τὸ σῶμα, ἀλλ' ἰσχυροτέρα ἡ ψυχὴ ἡ ἀσώματος. Νεκρὰ ἡ δύναμις, ἀλλ' ἐγγὺς ἡ ἀνάστασις. 14.12.5 Εἰπὲ πρὸς τὴν ἐπείγουσαν γαστέρα καὶ σὺ τοῦ Κυρίου τὸ ῥῆμα· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι Θεοῦ. Οὐ λιμός ἐστιν, ἀλλὰ μικρὰ παρολκή· οὐκ ἀπαραίτητος τιμωρία, ἀλλὰ αὐθαίρετος ἀποχή· οὐ δουλοπρεπὴς ἀνάγκη, ἀλλ' ἐλευθέρα φιλοσοφία. Εὖξαι καὶ ἰσχύσεις· ἐπικάλεσαι καὶ ἕτοιμος παρίσταταί σοι ὁ βοηθός. 14.13.1 Ἀνάλαβε τῇ μνήμῃ παλαιὰν ἱστορίαν καὶ μαθήσῃ ὅπως οἱ δι' εὐσέβειαν σῶμα πιέζοντες τῶν τρυφώντων καὶ πολὺν ἐγχεομένων τὸν ἄκρατον οὔτε εἰς δύναμίν εἰσιν ἀσθενέστεροι, οὔτε μὴν εἰς τὸ φανῆναι σκυθρωπότεροι ἢ ἀπηνθηκότες τὴν χρόαν. 14.13.2 Ὁ γὰρ βασιλεὺς τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ σαρκὶ ζῶν καὶ τῷ τρυφῶντι βίῳ ὡς φάτνῃ συνδεδεμένος, ἐπειδὴ τοὺς οἰνοχόους αὐτοῦ καὶ τραπεζοποιοὺς καὶ πάντας ἁπλῶς τοὺς ὑπηρέτας τῆς ἀπολαύσεως ἐκέλευσε κατ' ἐκλογὴν εὐφυεῖς εἶναι τὸ σῶμα καὶ ὀφθῆναι χαρίεντας, ἵνα μὴ μόνον τὸ στόμα καὶ γεῦσις, ἀλλὰ καὶ ὀφθαλμὸς αὐτῷ κατὰ τῶν ὁρωμένων τρυφῴη, τότε δὴ καὶ οἱ τρεῖς νεανίσκοι ἐκ τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ τῷ καταλόγῳ τῶν ὑπηρετῶν ἐγκριθέντες, ἀπεχόμενοι τῶν ὄψων τῆς βασι λικῆς τραπέζης ὡς τῇ ἐπιμιξίᾳ τῶν εἰδωλοθύτων μεμιασμένης σπέρματα ἐσιτοῦντο μόνον. Ἦν δὲ καὶ οἶνος φευκτὸς διὰ τὴν σπονδὴν καὶ πᾶν κρέας διὰ τὴν προρρηθεῖσαν αἰτίαν. 14.13.3 Ὡς δὲ παρὰ τοῦ ἐφεστῶτος ἠναγκάζοντο μετέχειν τῶν προσφερομένων αὐτοῖς, ἵνα μήποτε εἰς δυσμορφίαν αὐτῶν ἐκ τῆς ἐγκρατείας τὸ κάλλος μεταβληθῇ, ἔγκλημα δὲ ἐκείνου καὶ τιμωρία γένηται τὸ τῶν νεανίσκων εἰδεχθές τε καὶ ἀθεράπευτον, Ἔα, φησίν, καὶ συγχώρησον, οὐ φανησόμεθα τῷ βασιλεῖ τῶν τρυφώντων ἀτιμότεροι, οὐδὲ τὰ πρόσωπα ἡμῶν ἀπανθήσει, οὐδὲ ἀγωνιάσῃς ὡς δυσμόρφους αὐτῷ ὑπηρέτας προσάγων. 14.13.5 Ὁ γὰρ τεχνίτης τῆς διαπλάσεως ἡμῶν δώσει τὴν χάριν καὶ μαθήσῃ παρὰ τῆς πείρας, ὅτι τοῦ ἡμετέρου κάλλους ὁ Θεὸς ἐπιμελητὴς καὶ τῆς σπουδαζομένης εὐμορφίας ἡ νηστεία κομμώτρια. Ὃ δὴ καὶ γέγονε. Καὶ γὰρ ὑπερήνθουν οἱ νεανίσκοι καὶ πάντας τοὺς κρεοφάγους παρηυδοκίμησαν. 14.13.6 Τί δὲ ὁ Σαμψών; Εὐθὺς ἀπὸ γάλακτος οὐκ ἐδιδάχθη νηστεύειν οὕτως τοῦ Πνεύματος τῇ μητρὶ χρηματίσαντος, ὡς προσῆκε τὸ παιδίον