76
ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ' ἐκ τοῦ μὴ εἰδέναι. Ὁ γὰρ εἰδὼς τοὺς κατ' εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν· ὁ τοὺς ὑγιαίνοντας ἐπιστάμενος λόγους, οὐ νοσεῖ. Ὅπερ γὰρ ἐπὶ σωμάτων φλεγμονὴ, τοῦτο ἐν ταῖς ψυχαῖς ἀπόνοια· ὥσπερ ἐκεῖ τὸ φλεγμαῖνον οὐ φαμὲν ὑγιαίνειν, οὕτως οὐδὲ ἐνταῦθα τοὺς ἀλαζόνας. Ἄρα ἔστιν εἰδότα τι μηδὲν εἰδέναι· ὁ γὰρ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδε. Καὶ ὅτι ἐκ τοῦ μηδὲν εἰδέναι ὑπερηφανία γίνεται, δῆλον ἐκεῖθεν· ὁ Χριστὸς ἐκένωσεν ἑαυτόν· ὁ τοῦτο τοίνυν εἰδὼς οὐ μέγα φρονήσει ποτέ· οὐδὲν γὰρ ἔχει ἄνθρωπος, εἰ μὴ παρὰ τοῦ Θεοῦ· οὐκοῦν οὐ μέγα φρονήσει. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Αὐτὸς τοὺς πόδας ἔνιψε τῶν μαθητῶν. Ὁ τοῦτο εἰδὼς, πῶς ἐπαρθήσεται; ∆ιὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ὁ τελώνης ἀπὸ μόνης ταπεινοφροσύνης εὐδοκίμησεν, ὁ Φαρισαῖος ἐξ ἀλαζονείας ἀπώλετο. Ὁ τοίνυν τετυφωμένος οὐδὲν τούτων ἐπίσταται. Αὐτὸς πάλιν ὁ Χριστός φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλὰ νοσῶν, φησὶ, περὶ ζητήσεις. Ἄρα νοσεῖν ἐστι τὸ ζητεῖν. Καὶ λογομαχίαι· εἰκότως. Ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ, ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, τότε οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται. Ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδὲν ἔστιν εὑρεῖν. Ἃ γὰρ ἡ πίστις ἐπαγγέλλε 62.592 ται μόνη, ἡ ζήτησις ἐπειδὰν ἀναδέξηται, οὔτε δείκνυσιν, οὔτε συνιέναι ἀφίησιν. Οὐδὲ γὰρ εἴ τις μύσας τοὺς ὀφθαλμοὺς, βούλεται εὑρεῖν τι τῶν ζητουμένων, δυνήσεται, ἢ αὖ πάλιν, εἰ τούτων ἀνεῳγμένων, κατορύξας ἑαυτὸν, καὶ τὴν ἀκτῖνα ἀποστραφεὶς, ἐκεῖ ζητοίη, δυνήσεταί τι εὑρεῖν. Οὕτω πίστεως χωρὶς οὐδὲν εὑρίσκεται, ἀλλὰ μάχας ἀνάγκη τίκτεσθαι. Ἐξ ὧν γίνονται βλασφημίαι, ὑπόνοιαι πονηραί. Τουτέστι, δόξαι καὶ δόγματα πονηρὰ ἀπὸ τῶν ζητήσεων. Τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν. ∆ιαπαρατριβαί· τουτέστι, σχολὴ, ἢ διατριβή. Ἢ τοῦτό φησι, διαπαρατριβαί· καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν, οὕτω καὶ οὗτοι οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερημένων, φησὶ, τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας; αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν· τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει. Ἀπὸ τούτων, φησὶν, ἀφίστασο. Οὐκ εἶπεν, Ὁμόσε χώρει, ἀλλ', Ἀφίστασο, τουτέστιν, ἐκτρέπου. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ. ∆είκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας. Ἀνθρώπους γὰρ χρημάτων ἕνεκεν μαχομένους πότε δυνήσῃ πεῖσαι; Ἄλλως οὐ πείσεις τοὺς τοιούτους, ἂν μὴ δῷς πάλιν, καὶ οὐδὲ οὕτως αὐτῶν τὴν ἐπιθυμίαν ἐμπλήσεις. Πλεονέκτου γὰρ ὀφθαλμὸς, φησὶν, οὐκ ἐμπίπλαται μερίδι. ∆εῖ τοίνυν αὐτοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι. Εἰ δὲ τῷ τοῦ μάχεσθαι πολλὴν ἔχοντι τὴν ἀνάγκην παραινεῖ μὴ ὁμόσε χωρεῖν μηδὲ συμπλέκεσθαι, πολλῷ μᾶλλον τοῖς μαθητευομένοις ἡμῖν, τοῖς ἐν τάξει μαθητῶν οὖσιν. Εἰπὼν δὲ ὅτι νομίζουσι πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἐπήγαγεν· Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ' ὅταν μὴ ἔχῃ. Ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· Νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν. Ἔστι μὲν γὰρ, ἀλλ' οὐχ οὕτως, ἀλλὰ μειζόνως. Εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. Ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲν ἔχοντες ἤλθομεν εἰς τὸν βίον· οὐκοῦν οὐδὲν ἀπελευσόμεθα ἔχοντες· γυμνὴ γὰρ παρεγένετο ἡ φύσις, γυμνὴ καὶ ἄπεισιν. Οὐ τοίνυν ἡμῖν δεῖ τῶν περιττῶν· εἰ μηδὲν εἰσηνέγκαμεν, μηδὲ ἔχοντες ἀπελευσόμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τοσαῦτα ἐσθίειν χρὴ