1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

77

ἄγευστον οἴνου καὶ πάσης διαφυλάξαι τρυφῆς; Καὶ τίς ἰσχυρὸς κατ' ἐκεῖνον; τίς δὲ ἀριστεὺς οὕτως ὀνομαστός; Μόνος ἀξιόμαχος ἦν πρὸς πᾶσαν παράταξιν πολεμίων καὶ πλῆθος ἀνάριθμον κατ' ἐξουσίαν ἐτρέπετο· ὃς γέ ποτε ξίφους ἢ δόρατος ἀπορήσας, σιάγονα δὲ ἀνελόμενος ὄνου ἄνδρας πολεμιστὰς κατέστρωσε μόνῳ τῷ ὀστέῳ διαχρησάμενος. 14.14.1 Οὕτω τοίνυν καὶ σὺ ἔλπιζε καὶ ἰσχύσεις· προθυμοῦ καὶ δυναμω θήσῃ· δὸς τὴν ἀκοὴν τῇ μαθήσει τῶν κεκρυμμένων καὶ ἀμνημονήσεις τροφῆς, ὡς ὁ δῆμος ὁ τῷ Ἰησοῦ ἑπόμενος λόγῳ καὶ ἔργῳ παιδεύοντι. Αἰδεσθῶμεν, οἱ ἀκρατεῖς καὶ φιλήδονοι, Ἕλληνας καὶ Ἰουδαίους νηστεύοντας, μάτην μὲν καὶ ὑπὲρ οὐδενὸς τοῦ τέλους· εἰκῆ γὰρ ἐκεῖνοι ζημιοῦνται ὃ μὴ ἐσθίουσι, πλὴν ὡς ζηλωτὸν καὶ πρέπον τοῖς σπουδαίοις μετίοντας τὸ πρᾶγμα. 14.14.2 Χριστιανοῖς πρέπει πολιτείας ἀκρίβεια καὶ φιλοσοφίας σεμνότης, οἷς πάρεστι καθαρὸς καὶ ἀληθὴς τῆς εὐσεβείας ὁ λόγος. Οἱ δὲ τούτου χωρὶς τὴν ἠθικὴν ἐκπονοῦντες ἄσκησιν ὅμοιά μοι δοκοῦντες ἐργάζεσθαι τῶν ἄνευ θεμελίου οἰκίαν κατασκευαζόντων ἢ ναῦν πηγνυμένων μὴ καταβληθείσης τῆς τρόπεως. Τοιοῦτοι δὲ Ἑβραῖοι δυσμαθεῖς. 14.14.3 Καί μοι σφοδρῶς ὁ γέλως ἐπιπίπτει, ὅταν αὐτοὺς θεάσωμαι ἀνυποδέτους ἐν λευκοῖς τρίβωσι περινοστοῦντας τὰ ἄμφοδα, ὄνειδος Μωϋσέως, αἰσχύνην τῶν προφητῶν, γεννήματα τοῦ Ἀβραὰμ ἀμβλωθρίδια, δούλους τῆς ἀφροσύνης τοὺς τῆς ἐλευθερίας υἱούς, ἀμαθεῖς καὶ ἀνόμους τοὺς δῆθεν μαθητὰς τοῦ νόμου, ἀπολέσαντας τῆς ἐκβάσεως τὴν ἐλπίδα, ἐπειδὴ τοὺς τύπους τοῦ μέλλοντος συνετῶς οὐκ ἐδέξαντο. 14.14.4 Μωϋσῆς γὰρ πᾶν ὅπερ ἔπραττε, τῶν εἰς ὕστερον ἐσομένων εἴδωλα προετύπου· κἂν τὴν νηστείαν εἴπῃς, κἂν τὴν σκηνοπηγίαν, κἂν τὴν ὑπόμνησιν τῶν σαλπίγγων, ὁμοίως τὴν περιτομήν, τὰ ἄζυμα, τὰς πικρίδας. Πάντα ἦν ἐκεῖνα τῆς ἐν Χριστῷ πολιτείας μηνύματα, εἰκόνες προχαραχθεῖσαι τοῖς ἐκ προσαγωγῆς μυσταγωγουμένοις πρὸς τὴν τελείωσιν. 14.15.1 Ἐγὼ μὲν γὰρ ὁ χριστιανὸς καὶ τοῦ σταυρωθέντος δοῦλος νηστεύω καλῶς, εἴτε πρὸς τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐμαυτὸν προκαθαίρων εἴτε καὶ ἐπιστυγνάζων ὡς φιλοδέσποτος δοῦλος τοῖς τοῦ Κυρίου μου πάθεσιν. 14.15.2 Σὺ δὲ ὁ τῶν φονέων υἱὸς καὶ τῶν τὸν ἀμνὸν σφαξάντων ἀπόγονος καὶ τὴν κληρονομίαν τοῦ ἐκχεθέντος αἵματος ἐκ τῆς φωνῆς τῶν πατέρων δεξάμενος, τῶν οὕτως ἑαυτοῖς καὶ τοῖς τέκνοις ἐπευξαμένων, ὑπὲρ τίνος νηστεύεις, εἰπέ. Εἰ μὲν ὡς μετανοῶν ἐφ' οἷς ἥμαρτες, ὑπερασπάζομαι σε τῆς γνώμης, καὶ καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων σπεῦσον πρὸς τὴν ἐκκλησίαν τῶν εὐσεβῶν. 14.15.3 Ἐλθὲ πρὸς τὸ αἷμα τοῦ ἀμνοῦ καὶ ῥαντίσθητι. Ἐκεῖθεν γάρ σοι ὑπάρξει καὶ ἡ κάθαρσις, ὅθεν συνεστήσω τὴν ἁμαρτίαν. Εἰ δὲ ἔτι καὶ νῦν τοῖς αὐτοῖς προσδέδεσαι, τί σοι βούλεται ἡ ἀποχὴ τῶν σιτίων ἢ τοὺς Νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν τὸν φόνον, οὐ μετάνοιαν τῶν γενομένων λαμβάνονταςπῶς γὰρ τὰ ἄλογα θηρία καὶ ἔνυδρα; , ἀλλὰ τὸ ἄσαρκον, ἐμοὶ δοκεῖν, τῆς κεφαλῆς ὀδυρομένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον; Οἷον δὲ καὶ τὸ περὶ τὴν νηστείαν σχῆμα. 14.15.4 Χορεῖαι καὶ ὀρχήσεις τῆς ἀσιτείας τὰ μέσα καὶ ἐπεισόδια, πράγματα τῷ σχήματι τῷ φαινομένῳ μαχόμενα· νηστεία γὰρ πυκνώσεως καὶ κοσμίας καταστολῆς νοεῖται παιδαγωγός, χορεία δὲ ἑρμηνεύει τὸ διακεχυμένον ταῖς ἀκράτοις καὶ πολλαῖς εὐπαθείαις. 14.16.1 Μνημόνευσον γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τοῦ Μωσαϊκοῦ τοῦ λέγοντος τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς χρῆναι νηστεύειν. ∆ηλοῖ γὰρ ὁ μὲν ἕβδομος μὴν τὴν ἑβδόμην ἡμέραν, ἡ δὲ δεκάτη ἡμέρα τὴν δεκάτην ὥραν, ἐν ᾗ ὁ Κύριος ἐπὶ τοῦ σταυροῦ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἑκάστου πράγματος ἐξαίρετά ἐστι καὶ τὰ σχήματα ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα διάθεσιν. 14.16.2 Σὺ δὲ τί μιγνύεις τὰ ἄμικτα καὶ φύρεις ἐν ταὐτῷ τὰ κεχωρισμένα; Εἰσὶν αὐτοῖς καὶ ἄλλαι πάνδημοι πανηγύρεις. Τὴν μὲν σκηνοπηγίαν καλοῦσι, τὴν δὲ ἄλλην ἀκούω σαλπίγγων