1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

77

καὶ τοιαῦτα, ἃ θρέψαι ἀρκεῖ· τοιαῦτα ἀμφιέννυσθαι, ἃ σκεπάσαι μόνον ἡμᾶς ὀφείλει καὶ περιστεῖλαι τὴν γύμνωσιν, μηδὲν περιττόν· τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱμάτιον. Εἶτα ἀπὸ τῶν ἐνταῦθα προτρέπει· Οἱ δὲ βουλόμενοι, φησὶ, πλουτεῖν. βʹ. Οὐχ ἁπλῶς εἶπεν, Οἱ πλουτοῦντες, ἀλλ', Οἱ βουλόμενοι. Ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν, καταφρονοῦντα αὐτῶν, καὶ εἰς πένητας διανέμοντα. Οὐκ ἄρα τοὺς τοιούτους, ἀλλὰ τοὺς ἐπιθυμοῦντας διαβάλλει. Οἱ δὲ βουλόμενοι, φησὶ, πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα 62.593 τοῦ διαβόλου καὶ ἐπιθυμίας πολλὰς καὶ ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους. Καλῶς εἶπε, Βυθίζουσιν, ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ἰδοὺ δύο τίθησιν, ἀλλ' ὃ μᾶλλον αὐτοῖς ἰσχυρότερον εἶναι δοκεῖ, τοῦτο ἐνταῦθα ὕστερον τέθεικε, τὸ, Ὀδύναις πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστι μαθεῖν, ἢ τοῖς πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα ἀξίωμα· πάντες μὲν γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Εἰ τοῦ Θεοῦ ἄνθρωπος, φησὶν, εἶ, μὴ ζήτει τὰ περιττὰ, καὶ οὐκ ἄγοντα πρὸς τὸν Θεόν· ἀλλὰ Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ἀμφότερα μετ' ἐπιτάσεως. Οὐκ εἶπεν, Ἀφίστασο, καὶ πρόσιθι, ἀλλὰ, Φεῦγε, καὶ δίωκε δικαιοσύνην, ὥστε μὴ πλεονεκτεῖν. Εὐσέβειαν, τὴν τῶν δογμάτων· πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει· ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καὶ ὁ μισθός. Εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπὶ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων. Τουτέστι, μὴ καταισχύνῃς τὴν παῤῥησίαν ἐκείνην· τί ἀνόνητα κάμνεις; Ποῖον δὲ πειρασμὸν καὶ παγίδα φησὶν ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; Τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται. Καὶ ἐπιθυμίας ἀνοήτους, φησί. Πῶς γὰρ οὐκ ἀνόητος ἐπιθυμία, ὅταν μωροὺς ἔχωσιν, ὅταν νάνους, οὑ φιλανθρωπίας ἕνεκεν, ἀλλὰ τέρψεως; ὅταν ἰχθῦς ἀποκλείωσιν ἐν ταῖς αὐλαῖς, ὅταν θηρία τρέφωσιν, ὅταν περὶ κύνας ἠσχόληνται, ὅταν ἵππους κοσμῶσι, καὶ τῶν παίδων οὐχ ἧττον περὶ αὐτοὺς διακέωνται; Πάντα ταῦτα ἀνόητα καὶ περιττὰ, οὐδὲν ἀναγκαῖον, οὐδὲν χρήσιμον. Ἐπιθυμίας, φησὶν, ἀνοήτους καὶ βλαβεράς. Ποῖαι βλαβεραί; Ὅταν ἐρῶσιν ἔρωτας ἀτόπους, ὅταν τῶν τοῦ πλησίον ἐφίενται, ὅταν τῇ τρυφῇ προσπαλαίωσιν, ὅταν μέθης ὀρέγωνται, ὅταν σφαγῆς καὶ τῆς ἑτέρων ἀπωλείας. Πολλοὶ δὲ ἀπὸ τῶν τοιούτων ἐρώτων καὶ τυραννίδι ἐπέθεντο, καὶ ἀπώλοντο. Ὄντως ὁ τοιοῦτος κάμνει εἰς ἀνόνητα, μᾶλλον δὲ καὶ βλαβερά. Καὶ καλῶς εἶπεν, Ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως· οὐ γὰρ ἀφίησιν αὐτοὺς τὴν ὁδὸν ἰδεῖν ἀνθέλκουσα τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὴν ἡ φιλαργυρία, καὶ κατὰ μικρὸν ὑποκλέπτουσα. Καθάπερ γάρ τις εὐθεῖαν ὁδὸν βαδίζων, καὶ πρὸς ἕτερόν τι τὸν νοῦν ἐσχηκὼς, βαδίζει μὲν, οὐκ εἰδὼς δὲ παρέρχεται τὴν πόλιν πολλάκις ἐκείνην, εἰς ἣν ἔσπευδεν, ἑλκομένων αὐτῷ τῶν ποδῶν ἁπλῶς καὶ μάτην· τοιοῦτόν τι καὶ ἡ φιλαργυρία ἐστί. Καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ὁρᾷς, τῷ Περιέπειραν τί ᾐνίξατο; Ὃ δὲ βούλεται δηλοῦν διὰ τῆς ἐμφάσεως, τοῦτό ἐστιν· ἄκανθαί εἰσιν αἱ ἐπιθυμίαι, καὶ καθάπερ ἐν ἀκάνθαις, ὅθεν ἄν τις ἅψηται αὐτῶν, ᾕμαξε τὰς χεῖρας καὶ τραύματα ἐργάζεται· οὕτω καὶ ἀπὸ τῶν ἐπιθυμιῶν τὸ αὐτὸ πείσεται ὁ ταύταις ἐμπεσὼν, καὶ τὴν ψυχὴν ἀλγηδόσι περιβαλεῖ. Πόσας ἔχουσι φροντίδας, πόσας ὀδύνας οἱ περι 62.594 παρέντες, εἰπέ μοι; Οὐκ ἔστιν εἰπεῖν. ∆ιὰ τοῦτό φησι, Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀπὸ γὰρ τῆς