1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

78

ὑπόμνησιν. Λελήθασι δὲ χριστιανῶν μυστήρια ἑορταζόντες, ἐπειδὴ τῆς μὲν σκηνῆς ἡ δημιουργία ἔμπρακτός ἐστιν ἡ προφητεία τῆς ἐκκλησίας ταύτης, ἣν ὁ Λόγος ἡμῶν συνεστήσατο. 14.16.3 ∆ιὰ τοῦτο καὶ φύλλοις κοσμοῦσι τὴν σκηνὴν καὶ ὁπώραις καλλωπίζουσι τὰ προσκήνια εἰς τύπον τοῦ τὴν νέαν ἐκκλησίαν τὴν εὔκαρπον μέλλειν ὑποβλαστάνειν τῷ νόμῳ. Ἡ δὲ τῶν σαλπίγγων ἑορτὴ διεγείρει τὰς ψυχὰς πρὸς τὴν ἑτοιμασίαν τῆς ἀναστάσεως, καθὼς Παῦλος φησι· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται. 14.16.4 ∆ιδάσκει δὲ καὶ αὐτὸς ὁ Θεὸς ἡμῶν καὶ Σωτὴρ ἐν εὐαγγελίοις λέγων· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 14.17.1 Τούτων δὲ τῶν λόγων ἀκούοντες τάχα τοιαύτῃ χρήσονται πρὸς ἡμᾶς ἀντιρρήσει· ὅτι τῶν ἀρχαίων μεμνημένοι θαυμάτων τῶν τοῦ Θεοῦ εὐεργεσίων εὐχαριστήρια ταῦτα προσάγουσιν ὑπὲρ τοῦ ὄρους Σινᾶ καὶ τῆς σάλπιγγος τῆς ἠχησάσης ἐν τῇ δόσει τοῦ νόμου. Οὐκ ἴσασι δὲ οἱ ματαιόφρονες ὅτι καὶ τότε ἡ σάλπιγξ τυπικῶς παρελήφθη διδομένου τοῦ νόμου. 14.17.2 Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφείλει δεδοικέναι τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγραφα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν προσταγμάτων διὰ τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα. 14.17.3 Οὐκοῦν καὶ νηστεία καὶ σκηνοπηγία καὶ σάλπιγγες τῆς ἡμετέρας εὐσεβείας μυστήρια πάλαι μὲν παραδηλούμενα, καίρῳ δὲ τῷ καθήκοντι λαμβάνοντα τὴν ἔκβασιν, ὅτε τοῦ Σωτῆρος ἡμῶν ἐτελέσθη τὰ ἐν σαρκὶ θεοφάνεια· ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.