1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

78

ἀγάπης ἡ πραότης. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα. Ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν ἀνδρείαν ἐπαινεῖ· ὅτι μετὰ παῤῥησίας, φησὶν, ἐπὶ πάντων ὡμολόγησας. Ἀναμιμνήσκει δὲ καὶ τῆς κατηχήσεως αὐτόν· Ἐπιλαβοῦ, φησὶ, τῆς αἰωνίου ζωῆς. Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι· πολλὰ γὰρ τὰ σκάνδαλα, πολλὰ τὰ κωλύματα. ∆ιὰ τοῦτο στενὴ καὶ τεθλιμμένη ἡ ὁδός. Πάντοθεν οὖν χρὴ συνεστράφθαι, πάντοθεν χρὴ εὔζωνον εἶναι· μυρίαι πανταχόθεν φαίνονται ἡδοναὶ ἕλκουσαι τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς, αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς δόξης, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρχίας, καὶ φαίνονται λαμπρὰς ὄψεις ἔχουσαι καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς ἐπτοημένους, τοὺς μὴ σφόδρα τῆς ἀληθείας ἐρῶντας· αὕτη μὲν γὰρ ἀπεσκληκυῖά ἐστι, καὶ οὐδὲν ἐπιτερπὲς ἔχουσα. Τί δήποτε; Ὅτι πᾶσαν τὴν ἡδονὴν ἐν τῷ μέλλοντι ὑπισχνεῖται· ἐκεῖναι δὲ προτείνουσιν ἤδη τιμὰς, ἡδονὰς, ἀναπαύσεις οὐκ ἀληθεῖς, ἀλλ' ἐπικεχρωσμένας. Ἂν τοίνυν βάναυσος ᾖ τις καὶ μαλακὸς καὶ ἄνανδρος, ἐκείνων ἀνθέξεται, ἐκλυθεὶς πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους. Οὕτω καὶ ἐπὶ τῶν ἀγώνων τῶν ἔξωθεν τῷ μὲν μὴ σφόδρα ἐρῶντι τῶν στεφάνων, ἔξεστιν ἐκ πρώτης συμποσίοις καὶ μέθαις προσανέχειν· οὕτω γοῦν οἱ δειλοὶ καὶ ἄνανδροι τῶν πυκτευόντων ποιοῦσιν· οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, μυρίας αἴρουσι πληγάς· τῇ γὰρ ἐλπίδι τῶν μελλόντων τρέφονται καὶ διανίστανται. γʹ. Φύγωμεν τοίνυν τὴν ῥίζαν τῶν κακῶν, καὶ πάντα φευξόμεθα. Ἡ φιλαργυρία, φησὶν, ἐστὶ ῥίζα, Παῦλος ἐφθέγξατο, μᾶλλον δὲ ὁ Χριστὸς διὰ Παύλου. Ἴδωμεν δὲ τοῦτο πῶς. Καὶ αὐτὴ τῶν πραγμάτων μαρτυρεῖ ἡ πεῖρα. Τί γὰρ κακὸν οὐ διὰ τὰ χρήματα, μᾶλλον δὲ οὐ διὰ τὰ χρήματα, ἀλλὰ διὰ τὴν κακὴν προαίρεσιν τῶν οὐκ εἰδότων αὐτοῖς κεχρῆσθαι; Ἐπεὶ ἐξῆν τοῖς χρήμασιν εἰς δέον κεχρῆσθαι, ἐξῆν καὶ βασιλείαν δι' αὐτῶν κληρονομεῖν· νυνὶ δὲ ἅπερ ἐδόθη εἰς ἐπικουρίαν τῶν πενήτων, εἰς παραμυθίαν τῶν ἡμαρτημένων ἡμῖν, εἰς εὐδοκίμησιν καὶ ἀρέσκειαν Θεοῦ, τούτοις κεχρήμεθα κατὰ τῶν ἀθλίων πενήτων, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰς προσκρουσμὸν τοῦ Θεοῦ. Τὸν μὲν γὰρ χρήματα ἀφείλετό τις, καὶ πενίᾳ περιέβαλεν, ἑαυτὸν δὲ θανάτῳ· καὶ τοῦτον μὲν ἐνταῦθα τῇ πενίᾳ κατατήκει, ἑαυτὸν δὲ τῇ διηνεκεῖ τιμωρίᾳ. Ἆρα μὴ ἴσον ἐστί; Τί τοίνυν κακὸν οὐ διὰ ταῦτα; οὐχὶ πλεονεξίαι; οὐχ ἁρπαγαί; οὐκ ὀλοφυρμοί; οὐκ ἔχθραι; οὐ μάχαι; οὐ φιλονεικίαι; οὐχὶ μέχρι τῶν νεκρῶν τὰς χεῖρας ἐξέτειναν; οὐχὶ καὶ μέχρι πατέρων καὶ ἀδελφῶν; οὐχὶ φύσεως νόμους, καὶ Θεοῦ προστάγματα, καὶ πάντα ἁπλῶς ἀνέστρεψαν, ὑπὸ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενοι; τὰ δικαστήρια οὐ τούτων ἕνεκεν; Ἄνελε τοίνυν τὴν φιλοχρηματίαν, καὶ πέπαυται πόλεμος, πέπαυται μάχη, πέπαυται ἔχθρα, πέπαυται ἔρις καὶ φιλονεικία. Ὥσπερ λυμεῶνας καὶ λύκους ἐλαύνεσθαι 62.595 τοὺς τοιούτους ἐκ τῆς οἰκουμένης ἐχρῆν. Καθάπερ γὰρ ἀνεμοί τινες ἐναντίοι καὶ σφοδροὶ εἰς γαληνὸν ἐμπνέοντες πέλαγος ἐκ βάθρων αὐτὸ ἀναστρέφουσιν, ὡς καὶ τὴν βύθιον ἄμμον τοῖς ἄνω μίγνυσθαι κύμασιν· οὕτως οἱ φιλοχρήματοι πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐδένα οἶδεν ὁ φιλοχρήματος φίλον· τί δὲ λέγω φίλον; οὐδὲ αὐτὸν τὸν Θεὸν ἐπίσταται· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενος, μέμηνεν. Οὐχ ὁρᾶτε τοὺς Τιτᾶνας ξιφήρεις προϊόντας; Ἐκεῖνα μανίας ἐστὶν ὑπόκρισις. Οὗτοι δὲ οὐ τοιοῦτοι, ἀλλ' ἀληθῶς μαινόμενοι καὶ ἐξεστηκότες· κἂν ἀποδύσῃς αὐτῶν τὴν ψυχὴν, οὕτως εὑρήσεις ἐσκευασμένην, οὐχ ἓν ξίφος οὐδὲ δύο, ἀλλὰ μυρία κατέχουσαν, οὐδένα ἐπιγινώσκουσαν, ἀλλὰ κατὰ πάντων λυττῶσαν, πᾶσιν ἐπιπηδῶσαν καὶ ὑλακτοῦσαν κατὰ πάντων, οὐ κύνας σφάζουσαν, ἀλλὰ ψυχὰς ἀνθρώπων, καὶ εἰς τὸν οὐρανὸν αὐτὸν