1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

83

προδίδωσι, καὶ ὥσπερ εἴς τινα ἀμφιβολίαν κατέστη ἐπὶ τοῖς λεχθεῖσι· λέγει τοίνυν ἀκολούθως, ὡς τοῦ Θεοῦ πρὸς αὐτὸν ἀποκρινομένου. 64.988 Ὁ ὢν, Κύριε. Οὐχ ἁπλῶς ἐπισημαίνεται, καί φησιν· Ὁ ὢν, ∆εσπότα, Κύριε. Οὐκ ἔστιν εἰπεῖν, ὅτι παρελεύσεται· δύνασαι ἀεὶ, ἀεὶ γὰρ Κύριος εἶ. Οὐκοῦν κρατεῖς. Καὶ ἀποδιδούς. Οὐ λέγει, ἐπὶ τὴν τρίτην καὶ τετάρτην γενεὰν, ἀλλὰ τοῦτο σιγᾷ. Βούλεται γὰρ αὐτοὺς ἐλεηθῆναι πάλιν. Τῆς δυνάμεως τοῦτο ἔργον ἐστὶ, τὸ καὶ ἐνταῦθα δύνασθαι σώζειν, καὶ κολάζειν τοὺς μετ' ἐκείνους. Οἷον, ὅτι δύνασαι τοὺς μετὰ ταῦτα κολάσαι, τοὺς δὲ σῶσαι ἐκ τῶν προγόνων. ∆ιό φησιν· Οὐδὲν ἀδυνατήσει σοι ῥῆμα, κἂν ἐλεῆσαι δέῃ, κἂν κολάσαι, κἂν ἐπὶ χρόνον πολύν. Ὁ Θεὸς μέγας. Ὅπερ καθ' ἑαυτὸ κεχωρισμένον ἐστὶ παρὰ ἀνθρώποις, σοφίᾳ καὶ δυνάμει. Οἱ ὀφθαλμοί σου. Καὶ καλῶς εἶπεν, Ἀνεῳγμένοι διὰ παντός εἰσιν· οὐδέ ποτε αὐτοὺς μύεις· ἄγρυπνος ὀφθαλμὸς, ἀκοίμητον ὄμμα. Οὐκ ἔχει τις εἰπεῖν, ὅτι Ὁρᾷς μὲν, οὐκ ἀνταποδίδως δέ. Καὶ αὐτὸ τοῖς ἀνθρώποις πάρεστιν, ἀλλ' οὐχ οὕτως ἐπὶ σοῦ, ἀλλ' εἰς πάσας τὰς ὁδοὺς οἱ ὀφθαλμοί σου, καὶ τὰς λανθανούσας. Ὃς ἐποίησας. Καὶ τοῦτο δυνάμεως, καὶ δικαιοσύνης, καὶ φιλανθρωπίας, καὶ γνώσεως ἔργον ἐστί. Καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου. Καὶ ἐποίησας συμβῆναι αὐτοῖς ἅπαντα τὰ κακὰ ταῦτα. Ἰδοὺ ὄχλος. Οὐ τολμᾷ τὸ λοιπὸν αἰτῆσαι, ἀλλ' ἀναμιμνήσκει τῶν προτέρων ὑπὲρ τοῦ λαοῦ γενομένων. Οὐκ ἔχω τί εἴπω· ἀλλὰ τὸ ἐπιταχθὲν ἐποίησα, καί τοι τῆς πόλεως ἁλούσης. *Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκὸς, μὴ ἀπ' ἐμοῦ κρυβήσεται πᾶς λόγος. Εἶτα προλέγει τῆς πόλεως τὴν ἅλωσιν, καὶ τὴν ἀνάκλησιν ἐπάγει· τοῦτο λέγων πρὸς τὸν προφήτην, ὅτι Μάτην εἰς ἀνίαν κατέστης πριάμενος τὸν ἀγρόν. Ἀκριβῶς γὰρ τὰ μετὰ ταῦτα ἐσόμενα εἰδὼς, τὴν ἀνάκλησιν ὑπεσχόμην. Σημεῖον δὲ ἔστω σοι τῆς ἀκριβείας τοῦ μέλλοντος τὰ παρόντα αὐτοῖς. Ὡς γὰρ νῦν ἔφην ἁλώσεσθαι τὴν πόλιν, καὶ γέγονε τοῦτο· οὕτως μηνύω καὶ τὴν ἀνάκλησιν, καὶ τελέσω τὴν ὑπόσχεσιν. Ἐγὼ Κύριος. Ὁρᾷς, ὅτι τοῦτο αὐτὸν ἠξίου, ὥστε μὴ παραδοῦναι τὴν πόλιν; ὁ δὲ μονονουχὶ ἀπολογούμενος, καὶ τὰ ἁμαρτήματα λέγει τῶν τόπων τῶν μελλόντων κατακαίεσθαι, καὶ τὴν αἰτίαν. Ὅτι ἦσαν. Τὰ παρ' ἐμαυτοῦ πάντα ἐποίησα, φησὶν, ἐδίδαξα, ἐπαίδευσα· οἱ δὲ εἰς κακίαν ἐξώκειλαν. Ἔδειξαν ὅτι προσφιλονεικοῦντες ταῦτα ἐποίουν. Βωμοὺς ἔστησαν ἐν τῷ ναῷ μου· καὶ τὰ ἄλλα δὲ πάντα ἐτόλμων, καὶ τοὺς υἱοὺς κατέκαυσαν, καὶ αὐτὴν τὴν φύσιν ἠγνόησαν. Καὶ νῦν οὕτως εἶπε Κύριος. 64.989 Ἐγὼ παραδώσω, καὶ ἀνοίσω αὐτούς. Καὶ βίον θαυμαστὸν ἐπιδείκνυται αὐτοῖς, καὶ καρδίαν θεοφιλῆ, ὅπερ ἀεὶ λέγει καὶ διαθήκην αἰώνιον. Ταῦτα τέλος εἴληφεν. Εἰ δὲ οὐκ ἔλαβε, πότε ἔσται, εἰπέ μοι; *Καὶ κτήσεται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται, καὶ διαμαρτυρεῖται μαρτυρίας ἐν τῇ Βενιαμὶν, καὶ κύκλωθεν Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλᾶ, καὶ ἐν πόλεσι τῆς Νογὲβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν, φησὶ Κύριος. Ὃν γὰρ τρόπον ἐκτήσω σὺ νῦν ἀσφάλειαν τῇ τῆς νομῆς παραδόσει ποιησάμενος, οὕτως ἔσται καὶ μετὰ τὴν ἐπάνοδον. Τὸ δὲ ἐν πόλεσι τῆς Νογὲβ ἀποκλείσματος τὸν τόπον ἐμήνυσε, τουτέστιν, ἐν ταῖς πόλεσι ταῖς πρὸς νότον, ἵνα εἴπῃ, πανταχοῦ τῆς γῆς τῆς ἐπαγγελίας.

ΚΕΦΑΛ. ΛΓʹ.

Καὶ κράξον πρός με. Ὅρα, πῶς βούλεται οἰκειῶσαι διὰ τῆς εὐχῆς τὸν προφήτην; Ἐπεὶ καὶ Μωϋσῆς αὐτὸ ἔπαθε, λέγων ἐν ταῖς ἐπαγγελίαις· Πῶς τοῦτο; μὴ τὸ ὄψον δώσεις αὐτοῖς τῆς θαλάσσης, καὶ βόας, καὶ πρόβατα θύσεις αὐτοῖς; Εἰ γὰρ καὶ μεγάλοι ἦσαν,