89
οἱ τῶν ἔξωθεν; Ἀλλ' οὐχ οὕτω. Ζῇ Κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε. Τουτέστιν, Ὁ τῆς ζωῆς Κύριος αὐτὸς μάρτυς, ὡς οὐδέν σε διαθήσω πονηρόν. Ὅτε ὑπὲρ αὐτῆς ἀγωνιᾷ καὶ δέδοικε, τότε αὐτὴν ὅρκον ποιεῖται. Καὶ εἶπεν αὐτῷ Ἱερεμίας. Τί οὖν Ἱερεμίας; τὰ χρηστὰ λέγει πρῶτον, εἶτα τὰ φορτικά. Καὶ εἶπεν ὁ βασιλεὺς Σεδεκίας τῷ Ἱερεμίᾳ· Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. Ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Βασιλεύς εἰμι, καὶ μόνος ἐξελθεῖν οὐ δύναμαι· ἐὰν οὖν θελήσω ἐξελθεῖν, καὶ δοῦναι τοῖς Χαλδαίοις ἐμαυτὸν, αὐτοὶ οἱ τῆς πόλεως φθάνουσιν ἀνελεῖν με. Τούτων πρόφασις ἦν, καὶ σκῆψις ἀπιστίας. Οὐ πιστεύεις τῷ προφήτῃ; Μὴ γὰρ ἀπὸ λογισμῶν φθέγγεται. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσουσί σε. Τινὲς μὲν οὕτως ἡρμήνευσαν. Οἶμαι δὲ ταύτην μᾶλλον σώζεσθαι τὴν ἔννοιαν, ὅτι εἰρήνην μοι προφητεύουσιν ἅπαντες Ἰουδαῖοι, καὶ μὴ παραδοθῆναί με εἰς χεῖρας τῶν Χαλδαίων, μηδὲ πείσεσθαί μέ τι παρ' αὐτῶν δεινόν. Τὸ οὖν εὐθὺς ἐπαγόμενον παρὰ τοῦ Ἱερεμίου, Οὐ μὴ παραδώσουσί σε, κατ' εἰρωνείαν εἴρηται· τουτέστι, Μὴ πείθου αὐτοῖς 64.1005 Ἄκουσον δὴ τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σὲ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου. Τουτέστιν, Ἄμεινόν σοί ἐστι πεισθῆναί μοι, καὶ μὴ ἀπατᾶσθαι τοῖς ἐκείνων λόγοις, ὅτι δὲ ταύτην τὴν ἔννοιαν μᾶλλον ἔστι λαβεῖν ἐκ τῶν ῥητῶν, ἀπὸ τῶν ἀκολούθων ἄν τις κατίδοι. Ἐπάγει γὰρ εὐθύς· Καὶ εἰ μὴ θέλεις ἐξελθεῖν· οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος· Ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλελειμμέναι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξάγονται πρὸς τοὺς βασιλέας Βαβυλῶνος, καὶ αὐταὶ λέξουσιν· Ἠπάτησαν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου, καὶ οὐ κατισχύσουσιν ἐν ὀλισθήματι ποδός σου, καὶ ἀποστρέψουσιν ἀπὸ σοῦ. Τουτέστιν, Ὑφεστώσης τῆς ἁλώσεως, τότε ὁμολογήσουσι τῶν ἐμῶν λόγων τὴν ἀλήθειαν, καὶ λέξουσι πρὸς σὲ, ὡς οἱ τὴν εἰρήνην σοι προμηνύοντες μάτην ἠπάτησαν, ἰσχυρότερον ἐκείνων τὸν λόγων σοῦ νενομικότος τῶν παρ' ἐμοῦ σοι λεγομένων. Τὸ δὲ, ἐν ὀλισθήματι ποδός σου, τουτέστι, Παρατρέψαντές σου τὴν ἐπὶ τοῖς ἀληθῶς λεγομένοις πίστιν. Τὸ δὲ, Καὶ ἀποστρέψουσιν ἀπὸ σοῦ, τουτέστιν, Αἰχμάλωτοι ληφθεῖσαι, ἀπαχθήσονται, καὶ οὐδενὸς ἀπολαύσεις, ὧν νῦν ἀπολαύεις. Καὶ εἶπεν αὐτῷ. Καὶ μὴν χωρὶς προσδιορισμοῦ ὤμοσας.
ΚΕΦΑΛ. ΛΘʹ.
*Καὶ κατέλαβον τὸν Σεδεκίαν ἐν Ῥαβὼθ Ἱεριχώ. Τουτέστιν, ἐν τῇ πεδιάδι τῆς Ἱερουχοῦντος. *Καὶ ἔδωκαν αὐτὸν πρὸς Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφὰμ, καὶ ἐξήγαγον αὐτὸν εἰς Σαφὶς, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. Σαφὶς ὄνομα τόπου. Καὶ ἀπέστειλαν. Καὶ οἱ μὲν πολέμιοι δεθέντα τὸν προφήτην ὑπὸ τῶν οἰκείων λύουσι, καὶ κύριον ἀφιᾶσιν ὅποι βούλοιτο πορευθῆναι. Οἱ δὲ τεσσαράκοντα ἔτη ἀπολελαυκότες φωνῆς, οὐ συγγένειαν, οὐ πατρίδα, οὐκ ἄλλο αἰδεσθέντες οὐδὲν, θηρίων ἀγριώτεροι γεγόνασιν. Καὶ μετ' ὀλίγα· Ἵνα ὅταν ἴδῃς καὶ ἐπὶ Χριστοῦ τοῦτο γενόμενον, σταυρούμενον ὑπὸ Ἰουδαίων, προσκυνούμενον δὲ ὑπὸ ἐθνῶν, μηδὲν ξένον εἶναι νομίσῃς, μηδὲ θορυβηθῇς, μηδὲ λέγῃς· Καὶ πῶς ἂν ἔχοι λόγον, τὸν ἐπὶ σωτηρίᾳ καὶ προστασίᾳ παραγενόμενον, τοσούτοις διαθεῖναι κακοῖς. Καὶ οὐ μὴ δώσω σε. Οὐ γὰρ συναπόλλυται δίκαιος μετὰ ἀσεβείας.
ΚΕΦΑΛ. Μʹ.