1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

93

σημεῖον. Σημεῖον τῶν ὑμετέρων κακῶν ὁ Φαραὼ ἁλωσόμενος. Ἐμῇ γὰρ βουλῇ καὶ ὁ Βαβυλώνιος Σεδεκίαν εἴληφεν, οὐκ ἰδίᾳ δυνάμει· πείσεται δὲ καὶ οὗτος, ἅμα μένων ἀσεβὴς, ἅμα δὲ καὶ πρὸς αἴσθησιν ἄγων ἡμᾶς, ὡς Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχουσι. Συμπεράνας δὲ ταύτην τὴν προφητείαν ἱστορίᾳ συμπεπλεγμένην, πρεσβυτέρας ἀναμιμνήσκει προφητείας, ἣν ἐν ταῖς ἡμέραις Ἰωακεὶμ τῷ Βαροὺχ εἰπεῖν προσετάχθη. Οὕτως εἶπε Κύριος· Ἰδοὺ γὰρ ἐγὼ δίδωμι τὸν Φαραὼ Οὔαφρι βασιλέα Αἰγύπτου ἔκδοτον εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ δέδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. Τῆς γὰρ Ἱερουσαλὴμ ἁλούσης, δείσας περὶ τῶν ὅλων ὁ Αἰγύπτιος, περὶ τὸν Εὐφράτην συμβάλλει τῷ Βαβυλωνίων βασιλεῖ, ἡνίκα καὶ ἑάλω. Οὔπω τοίνυν τούτου δήλου τυγχάνοντος, ἀλλ' ἔτι μετεώρου τοῦ πολέμου καθεστῶτος, ἀπειλήσας τῆς Αἰγύπτου ἅλωσιν, καὶ Ἰουδαίοις ἀπώλειαν, ἀπόδειξιν τῶν λόγων τὴν ἧτταν τοῦ Φαραὼ ἔφη.

ΚΕΦΑΛ. ΜΕʹ.

Ὁ λόγος, ὃν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτι ἔγραψε τοὺς λόγους τούτους ἀπὸ στόματος Ἱερεμίου ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα. Οἰηθείη μὲν ἄν τις οὐ κατὰ τάξιν ταῦτα κεῖσθαι παρὰ τῷ προφήτῃ, ὅθεν φησὶ, δεῖν ἐπισημαίνεσθαι, ὡς πολλαχοῦ ἐστι τοῦτο τῆς Γραφῆς τὸ ἰδίωμα, τῶν συνθέντων τὰς ἱστορίας, οὐ τῆς ἀκολουθίας φροντισάντων, ἀλλὰ τοῦ ὅπως δήποτε συνθεῖναι πρὸς ὠφέλειαν τῶν ἀναγινωσκόντων. Μᾶλλον δ' ἄν τις ἡρμόσθαι αὐτό φησι πρὸς τὰ ἡγούμενα. Ἐπειδὴ γὰρ ἔφη τῶν ἐν Αἰγύπτῳ μόνους σώζεσθαι τοὺς εἰς τὴν Ἰουδαίαν φεύγοντας, ἀπόλλυσθαι δὲ πάντας τοὺς λοιποὺς, οὐκ ἐπείσθησαν δὲ, ἀπὸ τῶν παλαιῶν ἐπιστώσατο τὸ λεγόμενον. Ὡς γὰρ πάλαι, φησὶν, ὁ Βαροὺχ ἐπὶ τοῦ Ἰωακεὶμ προλέγων τὰ δεινὰ μὴ ἀπολεῖται, ἐπαγγειλάμενος δὲ αὐτῷ Θεὸς ἀβλαβῆ ἐφύλαξε μόνον ἐξ ἁπάντων, οὕτω καὶ νῦν τοὺς πειθομένους σώζει. Οὕτως εἶπε Κύριος. Οὐχ ἁπλῶς μέμνηται τούτου τοῦ λόγου νῦν, οὐδὲ ἀκαίρως, ἀλλ' ἵνα μάθῃς, καὶ οἷος ὁ Βαροὺχ περὶ αὐτοὺς ἦν, πῶς θρηνεῖ καὶ ἀποδύρεται, ἀξιῶν περὶ αὐτῶν τὸν Θεόν. Αὐτὸς δέ φησι· Μὴ ζήτει μεγάλα. Ἐπεὶ σὺ Βαροὺχ εἶπας· Οἴμοι ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου. Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον. 64.1017 Ὁ Βαροὺχ ἀποστελλόμενος παρὰ τοῦ Ἱερεμίου τὰ κατὰ τῆς πόλεως ἐξειπεῖν, δεδοικὼς τὴν τοῦ βασιλέως ὀργήν, καὶ τῶν λοιπῶν τὴν ὠμότητα, ἀπιέναι οὐκ ἐβούλετο, ἐννοῶν δὲ πάλιν, ὅτι οὐχ ὁ τυχὼν κίνδυνός ἐστι παραβῆναι τοῦ προφήτου τοὺς λόγους τοῦτο γάρ ἐστι τῷ Θεῷ πέμποντι ἀντειπεῖν, ἐν στενοχωρίᾳ κατείχετο· ἀπιών τε γὰρ θάνατον προσεδόκα, καὶ μὴ πειθόμενος οὐ διαφεύξεσθαι τὴν τιμωρίαν, οὔτε τῷ Θεῷ προσκρούων. Τὸ οὖν· Προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου· πόνον μὲν καλεῖ τὴν λύπην ἦν εἶχον περὶ τοῦ λαοῦ· κόπον δὲ τῆς ψυχῆς τὴν ἀνίαν, καὶ τὴν περὶ τοῦ μέλλοντος φροντίδα. Τὸ δὲ, Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον· ὡς ἐν φροντίδι ἐσχηκὼς τὸ πρᾶγμα, ὥστε μήτε ὕπνου μετὰ ἀνέσεως τυχεῖν. Οὕτως εἶπε Κύριος· Ἰδοὺ ἃ ᾠκοδόμησα ἐγὼ καθελῶ, ἃ ἐφύτευσα ἐγὼ ἐκτίλλω, καὶ σύμπασαν τὴν γῆν ἐκείνην, καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; μὴ ζήτει. Τουτέστιν, Οὐ προσήκοντα λογισμῷ δικαίῳ εἴληφας. ∆ιὰ γὰρ τὴν ἀσέβειαν τοῦ πλήθους κατὰ πάντων ἀποφηναμένου, καὶ βουλομένου μου διὰ τῆς ἀπειλῆς ἀπαλλάξαι τῶν κινδύνων, σὺ οὐδὲ ἀθυμεῖν ἴσ. εὐθυμεῖν ἐθέλεις, ἢ φροντίδα τινὰ τοῦ πράγματος ποιεῖσθαι. Τὸ γὰρ, Σὺ ζητεῖς σεαυτῷ μεγάλα, τοῦτο σημαίνει·