94
τουτέστι, τὸ μηδὲ λυπεῖσθαι· ὅτι γὰρ οὐ περὶ συμφορᾶς αὐτό φησι, μηνύει τὸ ἐπαγόμενον· φησὶ γάρ· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃ ἐκεῖ. Τουτέστι· Μὴ φοβοῦ· ἀπελθὼν εἰπὲ τῷ λαῷ τὰ παρὰ τοῦ προφήτου λεγόμενα, εὖ εἰδὼς, ὡς οὐ κοινωνήσεις αὐτοῖς τῆς συμφορᾶς, οὐδέ τι διαθήσουσί σε κακόν· τὸν δὲ τρόπον τῆς σωτηρίας ἀνωτέρω τέθεικεν ὁ Προφήτης, φήσας· Καὶ κατέκρυψεν αὐτοὺς Κύριος καὶ οὐχ εὑρίσκοντο. Καὶ σὺ ζητήσεις. Μίαν πόλιν ὅλην ἐξαρπάσαι κινδύνων προσκρουσασάν μοι ζητεῖς. Καὶ δώσω τὴν ψυχήν. Ὅπου δ' ἂν ᾖς, οὐ μὴ πείσῃ δεινόν. Ἀλλ' ὅμως καὶ οὕτως ἐπέκειτο. Ἵνα μάθῃς, ὅτι οὐχὶ τὸ ἑαυτοῦ ἐσκόπει, ἀλλὰ τὸ τῶν πολλῶν. Ἡμεῖς δὲ, ὅτε τὰ ἡμέτερα ἐν ἀσφαλείᾳ ἦν, τότε τῶν λοιπῶν ἐποιούμεθα λόγον. *Ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ποταμῷ Εὐφράτῃ ἐν Χάρμης, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα. Ὅτι ταῦτα τότε εἴρηται· οὐ γάρ ἐστιν ἀρχὴ τῆς Αἰγύπτου ὁράσεως, ἀλλ', ὡς προέφην, τὰ τότε ῥηθέντα ὑπομιμνήσκει. Οὗτος γὰρ ὁ Νεχαὼ ἀνελὼν τὸν Ἰωσίαν κατέστησεν Ἰωάχαζ. Ἐπελθὼν δὲ ὁ Ναβουχοδονόσορ, ἀνεῖλε μὲν τὸν Ἰωάχαζ, κατέστησε δὲ τὸν Ἰωακείμ· ὡς οὖν τῆς αὐτοῦ βασιλείας παρα 64.1020 σπωμένης ὁ Αἰγύπτιος εἰς τὸν Εὐφράτην γενόμενος συμβάλλει τῷ Ναβουχοδονόσορ. Ἰουδαίων τοίνυν μεγάλα περὶ τῆς δυνάμεως Αἰγυπτίων φρονούντων, καὶ πρὸς τὴν ἐκείνων συμμαχίαν κεχηνότων, ἀπειλεῖ καὶ τὴν ἧτταν, καὶ τὴν ἀπώλειαν τοῦ Νεχαὼ, καὶ κηρύξας πόλεμον, καὶ ματαίαν συμμαχίαν ἀποφηνάμενος ὡς πρὸς Ἰουδαίους ἀποτεινομένους. Ἄλλος ἦν ὁ Φαραὼ ὁ Οὐαφρὴν οὗτος ὁ Νεχαώ τοῦ Νεχαώ. Ὅρα πῶς διὰ παραδειγμάτων καὶ ἔμπροσθεν αὐτοὺς ἐσωφρόνιζεν ὁ Θεός. Ἡττηθεὶς σφόδρα οὗτος, ὅτε καὶ Ἰωακεὶμ ἀνῃρέθη· καὶ οὐδὲν ἐπιεικέστεροι γεγόνασι. Καὶ ὅρα ποῦ ἀπήντησεν, ἐπὶ Εὐφράτῃ. Ἀναλάβετε. Τίνος οὖν ἕνεκεν ἄρχεται τῆς προφητείας, λέγων καθοπλίζεσθαι; καὶ μετὰ πολλῆς τῆς ἀκριβείας ἔπεισι τὴν ὅπλισιν αὐτῶν πᾶσαν, μονονουχὶ τοὺς στρατηγοὺς μιμούμενος τοὺς ἄγοντας εἰς πόλεμον, καὶ παρακελευομένους; ἤτοι εἰρωνευόμενος τοῦτό φησι. ∆ιότι οἱ ἰσχυροί. Ὅρα, καὶ τὸν τρόπον λέγει τοῦ πολέμου, ὥσπερ παρὼν, τίνι τρόπῳ ἁλώσονται. Μὴ φευγέτω. Οὔτε ποδῶν ταχύτης, οὔτε σώματος ἰσχὺς, οὔτε ἄλλο οὐδὲν ὠφελεῖ, πάντων περιβεβλημένων ἴσ. ἀποβεβλημένων, εἰ μὴ πάρεστιν ἡ τοῦ Θεοῦ βοήθεια. Τίς οὗτος ὡς ποταμός. Οὐ διὰ τὸ μέγεθος καὶ μόνον αὐτῶν τῷ Νείλῳ παραβάλλει, ἀλλὰ καὶ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν ποταμὸν, καὶ τὴν ἀθρόαν ὁρμήν· καὶ δεικνὺς, ὅτι παρὰ τοῦ Θεοῦ ἡ στρατηγία· καὶ γὰρ ἐκεῖνος ὑπὸ Θεοῦ αὔξει. Ὅτι θυσία. Ἵνα δείξῃ, πῶς εὐφραίνει τὸν Θεὸν τὸ πρᾶγμα, οὐδὲν ἀνθρώπινον γίγνεται. Ἐπεὶ παρασκευάζεσθε ὑμεῖς, οὐδὲν κωλύω, ἵνα μάθητε, τὸ πρὸ τὸν Θεὸν πολεμεῖν περιττόν. Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην παρθένῳ θυγατρὶ Αἰγύπτου. Εἰς κενὸν ἐπλήθυνας ἰάματά σου. Ὠφέλεια οὐκ ἔστι σοι. Τουτέστι, Σύμπραξον αὐτῇ καὶ σὺ μετὰ τῶν λοιπῶν. Γαλαὰδ γὰρ τοὺς Ἰσραηλίτας λέγει, ἀπὸ τοῦ τόπου ὀνομάσας τοὺς ἐνοικοῦντας. Ἦν δὲ καὶ ἱερέων πόλις, διό φησι· Λάβε ῥητίνην, τουτέστιν, ἔμπλαστρον. Ἵνα εἴπῃ, Ὡς πάλαι εὐσεβοῦσα ἐβοήθεις τῷ λαῷ διὰ τῆς ἱερατείας, οὕτω νῦν παρανομοῦσα δυνήθητι ἰάσασθαι τοὺς τραυματισθέντας ἐν τῷ πολέμῳ· ὠνείδιζον δὲ αὐτοῖς, ὡς πολλάκις διὰ προφητῶν τῶν αὐτόθι κατοικούντων τῆς σωτηρίας ἀξιωθέντων ἐν ταῖς πρὸς τοὺς ἐναντίους μάχαις. Ἵνα εἴπῃ, ὅτι Νῦν ἀσεβοῦσα, χρῆσαι ἐκ τῆς τῶν εἰδώλων συνεργίας τοῖς προκειμένοις, καὶ βοήθησον τῷ Αἰγυπτίῳ, ὃν προστάτην ἡγῇ. Καὶ τοῦτο εἰρωνευόμενος· ὅτι ὅσα ἂν ποιήσῃς, καὶ συμμάχους ὅσους ἂν καλέσῃς, ταῦτα περιττά. Ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησε. Τουτέστι, καὶ ὁ