96
καὶ ἐπιτερπεῖ, οἴστρῳ παρείκασε τὸν Βαβυλώνιον, ἵνα δείξῃ τὸ ἀσθενὲς τῆς Αἰγύπτου, ἵνα εἴπῃ· Σὺ ἡ δοκοῦσα πολλὴν τὴν ἰσχὺν περιβεβλῆσθαι, ὑπὸ τῶν νομιζομένων ἀσθενῶν καθαιρεθήσῃ τὴν ἰσχύν. ∆ιότι καὶ αὐτοί. Καὶ γὰρ τοῦτό φησι· Πόθεν οὖν ἡ ἧττα; ἢ δηλονότι παρὰ Θεοῦ· ὅτι τοσοῦτοι ὄντες ὡς ἀκρὶς εἰς πλῆθος, ἡττήθητε. Φωνὴ αὐτῶν ὡς ὄφεως. Τουτέστιν, ὀδυρόμενοι καὶ θρηνοῦντες. Ὅτι ἐν ἄμμῳ. Τουτέστιν οὐ βεβαίως. Ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς. Ὁρᾷς παράδοξον τὴν ἧτταν, καὶ παρὰ προσδοκίαν τὴν νίκην· Μὴ φοβοῦ, ὅτι ἐπανάξω σε; λανθανόντως αὐτοῖς προλέγει, καὶ καλῶς, Μὴ φοβοῦ, ἐπειδὴ πλησίον ἦν. *Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν αὐτῆς, καὶ ἐπὶ Φαραὼ, καὶ ἐπὶ Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ τὰ ἑξῆς. Ἀμμωνῖται ὑπόσπονδοι ἦσαν Αἰγυπτίοις· ἐθάῤῥουν δὲ αὐτῶν σφόδρα τῇ συμμαχίᾳ, καὶ διὰ τιμῆς πάντα τὰ λοιπὰ ἔθνη ἐτύγχανον τῷ Αἰγυπτίῳ· διὰ τοῦτο τοίνυν τῆς Ἀμμὼν ἐμνημόνευσεν.
ΚΕΦΑΛ. ΜΖʹ
Καὶ ἀφανιῶ τὴν Τύρον. Οὐδὲ γενομένων τῶν πραγμάτων διασώζεις; Ταῦτα ἀπήγγειλεν, ἵνα πιστώσηται καὶ τὴν ἐρήμωσιν καὶ τὴν τῶν εἰδώλων ἀπώλειαν. 64.1025 *Ὅτι ἐξολοθρεύσει Κύριος τοὺς Ἀλλοφύλους, τοὺς καταλοίπους τῶν νήσων καὶ Καππαδοκίας. Ἤτοι ἴσ. οὕτως τῆς παραλίου νήσους καλεῖ, καὶ ὅτι ἀπὸ τῶν νήσων αὐτόθι κατῴκησαν πολεμούμενοι, ἑλόντες τοὺς ἤδη πρότερον κατοικοῦντας αὐτόθι· ἐμμείναντες δὲ τῷ τόπῳ. Καὶ Καππαδοκίας δὲ λέγει, ὡς νενικηκότων τούτων, καὶ ἑλομένων αὐτόθι κατοικεῖν. Οὕτω γὰρ καὶ δι' ἑτέρου προφήτου λέγει· Τοὺς Ἀλλοφύλους ἀπὸ Καππαδοκίας ἤγαγον. Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν· ἀπεῤῥίφη Ἀσκάλων, καὶ τὰ λοιπὰ τῶν ἐν Ἀκήμ. Ἵνα εἴπῃ, πάντες οἱ ἰσχυροί. Πῶς ἡσυχάσει; Πόρθησιν μὲν τῆς Ἰδουμαίας προλέγει ὁ προφήτης· τὴν δὲ αὐτήν φησι καὶ Θαιμὰν, ἥτις ἐστὶ χώρα τοῦ Ἡσαῦ.
ΚΕΦΑΛ. ΜΗʹ.
*Ἀνεπαύσατο Μωὰβ ἐκ παιδίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ. Ὅτι διὰ παντὸς ἀπήλαυσεν εὐθηνίας, καὶ ἡσυχίας, καὶ διὰ τοῦτο ταῦτα ἔπαθε, τῇ εὐπαθείᾳ πρὸς οὐδὲν δέον χρησάμενος. *Τὸ ἀπροσδόκητον κακὸν ἠβουλήθη παραστῆσαι. Βούλεται γὰρ εἰπεῖν, ὅτι ἐξ ἀρχῆς μέχρι τοῦ νῦν πέπονθεν οὐδὲν, οὐχ ὅτι καὶ ἤδη παρὰ τοῦ Σεναχειρεὶμ οὐχ ἑάλω· ἢ γὰρ οὐχ ἡττήθη ἐν πολέμοις. Τὰ γὰρ τῆς προφητείας τοῦ Ἡσαΐου κατὰ τῆς Μωαβίτιδος, ἐξῆλθεν ἐπὶ τοῦ Σεναχειρείμ· ἀλλὰ βούλεται κατὰ σύγκρισιν τῶν παρόντων μηδὲν αὐτὴν πεπονθέναι· οὐδὲ γὰρ ἐνεδέχετο παντάπασιν ἀλύπως αὐτὴν διαγαγεῖν. Ἢ βούλεται σημᾶναι τὸ χρόνιον τῆς ἀνέσεως· οὐδὲ γὰρ ὀλίγος ἀριθμὸς ἐτῶν ἐστιν ἀπὸ τοῦ Ἐζεκίου, ἐφ' οὗπερ καὶ πέρας τὰ κατὰ τὸν Σεναχειρεὶμ ἔλαβε, μέχρι τῆς ἁλώσεως τῆς ἐσχάτης Ἱεροσολύμων, καὶ τῆς κατὰ τῶν λοιπῶν ἐθνῶν ἀνόδου τοῦ Ναβουχοδονόσορ. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μηνύει τὰ ἐπαγόμενα. Καὶ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾠχήσατο· διὰ τοῦτο ἔσται γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. Παραδείγματι ἐχρήσατο, ἵνα αὐτοῦ τῆς ἀνέσεως τὸν χρόνον σημάνῃ· ὡς γὰρ οἶνος, φησὶ, βληθεὶς εἰς ἀγγεῖον ἐπὶ πλεῖστον χρόνον φυλαττόμενος, καὶ μὴ μεταβαλλόμενος, τὴν μὲν τρύγα καθίστησιν εἰς τὸν τοῦ ἀγγείου πυθμένα, εὐώδης δὲ γίνεται καὶ ἡδὺς πρὸς πότον· οὕτω, φησὶ, γέγονε καὶ ὁ Μωάβ· ἀνείθη ἐπὶ πολλῷ τῷ χρόνῳ καὶ ἔχει τὴν οἰκείαν σύστασιν,