97
καὶ περίφημος ἐπὶ τῇ εὐκοσμίᾳ γεγένηται, ἀλλ' οὔτιγε εἰς τέλος διαμενεῖ, δίκην δὲ δώσει τοῦ Θεοῦ ἀποφηναμένου. Καὶ ἐξαποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτόν. Ὁ Ἑβραῖος, Ἰῶντας, ἔχει· τῇ γὰρ μεταφορᾷ ἐπέμεινε· δήλη δὲ ἡ ἔννοια, καὶ ἀπὸ τῆς τοῦ Ἑλληνικοῦ ἑρμηνείας 64.1028 *Κατάβηθι ἀπὸ δόξης. Τουτέστιν, ἀπὸ τοῦ ὕψους εἰς ἔδαφος. Καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Οὕτως οὐδαμόθεν ἔσται παραμυθία. Ὅταν γὰρ ὁ Θεὸς ἐπάγῃ κακὰ, οὐ σώματος ἰσχὺς, οὐ σοφία ψυχῆς, οὐκ ἄλλο οὐδὲν ὠφελεῖ. Ἀνάγγειλον ἐν Ἀμὼν, ὅτι ὤλετο Μωὰβ, καὶ κρίσις ἔρχεται ἐπὶ τὴν γῆν τοῦ Μησὼρ, ἐπὶ Χηλὼν, καὶ ἐπὶ Ἀσὰ, καὶ τὰ ἑξῆς. Μισὼρ, τουτέστι, τῆς πεδιάδος. Χηλὼν δὲ καὶ τὰς λοιπὰς πόλεις λέγει, ὡς ἐν τῇ πεδιάδι κειμένας. Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. Τουτέστι, τὰ ἐν ταῖς χερσὶν αὐτοῦ ὅπλα. *Οὐχὶ κατὰ τὸ ἱκανὸν αὐτοῦ, οὕτως καὶ οἱ βραχίονες αὐτοῦ. Τουτέστιν, οὐκ ἀξίως τῆς φήμης ἔπραξαν. Ἰσχυρὰ μὲν γὰρ νενόμισται· ὤφθη δὲ ἀσθενὴς ἐν πολέμοις ἐπὶ Μωάβ. Πάντοθεν βοήσατε ἐπὶ ἄνδρας τοίχου κειράδας αὐχμοῦ. Τὸ δὲ, Ἐπὶ ἄνδρας τοίχου, τουτέστι, τοὺς ἰσχυρούς· τὸ δὲ, κειράδας αὐχμοῦ, τουτέστι, κιθάρα μέλους. Ἵνα εἴπῃ, Καθέλετε αὐτὴν ἀξίαν θρήνων πεποιηκότες. Ἐπάγει γοῦν· Καὶ μέλος ἐρεῖ. Ἡρμήνευσε γὰρ τὸ, κειράδας αὐχμοῦ, τουτέστιν, ὥσπερ ἐν κιθάρᾳ, οὕτως πενθοῦσα ἐμμελῶς, ἀνακλαύσεται. Εἶτα προϊὼν πάλιν φησί· *∆ιὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοὶ βομβήσει καρδία μου ἐπ' ἀνθρώπους τοίχου κειράδας αὐχμοῦ, ὥσπερ αὐλοὶ βομβήσει. Τουτέστι, περὶ τοὺς ἰσχυροὺς ἄνδρας, ὥσπερ μέλος κιθάρας ἢ αὐλῶν ἦχος γενήσεται τὸ πένθος. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Καὶ ἠχήσει πάλιν ἐπὶ τοῦ τοίχου τοῦ ἔχοντος ἀντιβάσεις ἰσχυρούς. Τοῖχον δὲ καλεῖ τὸν βασιλέα· ἀντιβάσεις δὲ τὸν λαόν. Ἐν ἑκατέρῳ δὲ σώζεται ἡ αὐτὴ ἔννοια. Ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβὼν, φλὸξ ἐκ πόλεως Σιὼν, καὶ κατέφαγε ἀρχηγοὺς Μωάβ. Τούτοις τοῖς ῥητοῖς ἐχρήσατο Μωϋσῆς ἀθρόαν τότε τὴν ἀπώλειαν τῆς Μωὰβ μηνύσας ἀπὸ τῶν τῆς Ἐσεβὼν οἰκούντων. Ἵνα τοίνυν εἴπῃ, ὅτι τὴν ὁμοίαν τιμωρίαν πείσεται καὶ νῦν, ἣν πάλαι ὑπέστη. Καὶ ἐξηρεύνησεν υἱοὺς Σαών. Ὁ Ἑβραῖος, καὶ ἐξήλειψε τοὺς κυρίους τῶν βωμῶν· ἀντὶ γὰρ τῶν βωμῶν, τὸ Σαὼν ἔφη· δέον γὰρ θεῖναι Βαμὼθ, βωμὸν σημαίνει. Οὕτω δὲ κεῖται καὶ παρὰ τῷ Ἑβραίῳ.
ΚΕΦΑΛ. ΜΘʹ.
Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραλειψόμενος οὐκ ἔστιν ἐν αὐτοῖς; Τουτέστι, Μὴ οὐκ οἰκοῦνται τῷ Θεῷ; ἢ ἔρημοί εἰσι πάσης βοηθείας, ὅτι κατὰ τῶν Ἰσραηλιτῶν οὕτως ἐπήρθησαν; ἵνα δείξῃ Ἰουδαίοις, ὅτι διὰ τὰ κατ' αὐτὸν γενόμενα κακὰ τιμωρεῖται τὰ ἔθνη. Τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις, ἐν Ἰακίμ; 64.1029 Ἰακὶμ πόλις ἦν μεγίστη ἐν τῇ πεδιάδι κειμένη, ἢν ὁρμητήριον κατὰ τῶν πολεμίων ἐκέκτηντο. Λέγει οὖν, ὅτι Μὴ θαρσεῖτε ἐπ' αὐτῇ, καταστρέφεται γάρ. ∆ιέῤῥευσε τὰ πεδία σου. Τουτέστιν, Οὐκ αὐτὴ μόνον ἀπώλετο, ἀλλὰ καὶ αἱ λοιπαὶ ἐν ταῖς πεδιάσι κείμεναι μετ' αὐτῶν τῶν πεδίων, τῶν πολεμίων πάντα τὰ προσπεσόντα δῃουμένων. *Ἐπὶ κατάρασιν τῆς Βοσὼρ ἐν μέσῳ μέρους αὐτῆς. Τὴν Βόστραν λέγει· ἡ γὰρ νῦν Ἀραβία, τότε Ἰδουμαία ἦν. Τὸ δὲ, Ἐν μέσῳ μέρους αὐτῆς, συνημμένας, ἔχει διὰ τὸ εἶναι αὐτὴν μητρόπολιν. Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Ἐθὰμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ' αὐτῆς. Τὸ Ἐθὰμ ὀφείλει ἔχειν κατὰ τὸ Ἑβραϊκόν· σημαίνει δὲ τὸ ἰσχυρόν· βούλεται δὲ εἰπεῖν, ὅτι ὁ βάρβαρος καθάπερ λέων ἀναβὰς, πορθήσει τὴν χώραν· τοῦ δὲ Ἰορδάνου ἐμνημόνευσεν, ὡς αὐτόθι μάλιστα τούτων τῶν θηρίων δεικνυμένων, καὶ ὄντων φοβερῶν. *Τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς ἢν ἐπάταξε Ναβουχοδονόσορ ὁ βασιλεὺς