1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

98

Βαβυλῶνος. Λέγει κατὰ τῶν Σαρακηνῶν· οὕτως γὰρ ἔχει ἔθος ἡ θεία Γραφὴ καλεῖν τὸ ἔθνος τῷ τοῦ Κηδὰρ ὀνόματι. Τὸ δὲ τῇ βασιλίσσῃ τῆς αὐλῆς, ὄνομά ἐστι πόλεως, ὃ κατὰ μὲν τὴν Ἑβραίαν φωνὴν ἐκαλεῖτο Μελχὲθ Ἀσὼρ, ὅπερ ἑρμηνεύων, ἐποίησε βασίλισσαν. Τὸ δὲ Ἀσὼρ αὐλὴν σημαίνει· ἴσως οὖν καὶ ὡς μητρόπολιν οὕτως ἐκάλουν τὴν πόλιν, ὡς τὰ πολλὰ γίνεσθαι φιλεῖ, ταύτην ἔλαχεν οὖσα τὴν ἐπωνυμίαν. Εἶτα μετὰ τοῦτο προφητεύει κατὰ τῆς Ἀϊλά. Φασὶ δὲ εἶναι Ἐλαμίτας, τοὺς νῦν καλουμένους Πέρσας.

ΚΕΦΑΛ. Νʹ.

Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι. Ὥσπερ παραδόξου πράγματος, καὶ οὕτως ἐκβάντος, τὰ προοίμια οὕτω ποιεῖται. Τὸ γὰρ εἰπεῖν, Μὴ κρύψητε, ὡς παρ' ἀξίαν αὐτῆς παθούσης, ἢ ὅτι καὶ οὐδεὶς αὐτῆς ἀγνοήσει τὰς συμφορὰς, καθάπερ ἐπὶ τοῦ Φαραὼ πεποίηκεν ὁ Θεὸς, ἵνα ἐνδείξηται τὴν ὀργὴν αὐτοῦ, καὶ γνωρίσῃ τὸ δυνατὸν αὐτοῦ, οὕτω καὶ τῆς πόλεως ταύτης τῆς Βαβυλῶνος. Ὁρᾷς αὐτὸν ὁλοκλήροις ταῖς πονηρίαις εἰς τὴν ὠφέλειαν τῶν λοιπῶν ἀποχρώμενον διὰ τὴν οἰκείαν εὐμηχανίαν. Κατῃσχύνθη Βῆλος. ∆είκνυσιν ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας τὸ πρᾶγμα ἦν. Ἦν γὰρ πασῶν ἰσχυροτέρα, καὶ ἐν εὐπραγίᾳ διάγουσα. Οὐ τὸ τρυφερὸν ἐδυσώπησε τὸν Θεὸν, οὐκ ἄλλο οὐδέν. Καὶ καλῶς κατῃσχύνθη παρὰ προσδοκίαν ὑπὸ ἀναξίων. Παρεδόθη Μαιρωδάχ. Οἱ ἐλάττους αὐτῶν, καὶ εἰς τέλος αὐτοὺς ἀναλώσουσιν. Ἐν ταῖς ἡμέραις. 64.1032 Ὅρα αὐτοὺς οὐχὶ φεύγοντας, ἀλλὰ συντεταγμένους· τίνος ἕνεκεν κλαίοντες; ἐν τῷ καιρῷ τῶν εὐεργεσιῶν μάλιστα τῶν ἁμαρτημάτων αἰσθάνονται, ὅτι εἰς οὕτως ἥμερον καὶ φιλάνθρωπον Θεὸν ἐξύβρισαν, τὸν οὐκ ἀνεχόμενον εἰς τέλος αὐτοὺς ἀπολέσθαι, τὸν ἐν τῇ τῶν ἐχθρῶν ἐκδικίᾳ αὐτοὺς ἀναγαγόντα. ∆ιαθήκη γὰρ αἰώνιος. Ὅρα πάλιν αὐτῶν ὡς καταστέλλει τὰ φρονήματα· ἵνα γὰρ τὴν ἐπάνοδον μὴ τοῖς οἰκείοις κατορθώμασι λογίσωνται, φησὶν ἐκ παλαιᾶς συνθήκης τοῦτο γεγονέναι. Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου. Ἵνα γὰρ μὴ λέγῃ τις, Τίνος ἕνεκεν ἀπώλεσας καὶ σώζεις; διὰ τὴν οἰκείαν ῥᾳθυμίαν ἀπώλοντο αὐτοὶ καὶ οἱ προστάται. Οὐκ οὖν ἐκείνους ἔδει δοῦναι δίκην, ἀλλὰ καὶ τούτους, ὥστε καὶ πείθεσθαι. Ἐπελάθοντο κοίτης αὐτῶν. Τοῦτο αὐτῶν ἔγκλημα, τὸ τῆς πατρίδος ἐπιλαθέσθαι. Πάντες οἱ εὑρίσκοντες αὐτούς. Ὅρα πῶς αὐτὸς φιλάνθρωπος ἄνωθεν εἰωθὼς αὐτοὺς εὐεργετεῖν, οἱ δὲ ἄδικοι. Τουτέστι, μὴ ἐμφιλοχωρεῖτε τῇ Βαβυλῶνι, ἐπειδὴ ἐναπέμειναν ἐκεῖ. Ἢ εἰ μὴ τοῦτο, ὡς δράκοντες, τουτέστι φοβεροὶ καὶ ἐπαχθεῖς. Ἐπ' ἀγαθὰ, ἐσχάτη. Ἀπὸ τοῦ τόπου φησὶν ἐσχάτην, ὅτι κατὰ πάντων ἐκράτησεν ἀναιροῦσα αὐτούς. Ἢ ὅτι τῷ Θεῷ ἥμαρτε· μάλιστα μὲν καὶ ἐκ τῆς προῤῥήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀνόδου τῆς Ἰουδαϊκῆς τοῦτο δῆλον. Ὁ γὰρ τοὺς λαβόντας τὴν πόλιν ἀναπείσας τούτους ἀφεῖναι μετὰ τοσαύτης τιμῆς, οὗτος καὶ τὴν νίκην εἰργάσατο, πανταχοῦ φησιν, ὅτι ὁ Θεὸς αὐτὴν παραδίδωσι. Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. Εἰ μὴ γὰρ πεπλανημένον ἦν, οὐχ ἑάλω· τὴν γὰρ ἀπὸ τῆς φύσεως ἀσθένειαν ἐτείχιζεν ἡ τοῦ ποιμένος ἰσχύς. Πρόβατον ἦν, ἀλλ' ὑπὸ ποιμένι Θεῷ εἰ πρόβατον ἔμεινε καὶ καταπειθὲς, καὶ ὑπήκοον, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν· οὐδὲ γὰρ ἐξ ἀσθενείας, ἀλλ' ἐκ τοῦ τῆς ποιμαντικῆς ἀποῤῥαγῆναι προνοίας, ὑπέμεινεν ἅπερ ὑπέμεινεν. Λέοντες ἔξωσαν αὐτόν. Ὅρα, πῶς πανταχοῦ τὴν ἐπίτασιν τῆς τιμωρίας ἐγκαλεῖ. ∆ιὰ τοῦτο τάδε λέγει. Οὐκ εἶχες ἱκανὸν παράδειγμα; Οὐκ ἤκουες τί ἔλεγεν ἐκεῖνος; Καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Τοῦτο γέγονε, καὶ τέλος ἔλαβεν· Εἶδες ὅτι ἐγὼ ἐκεῖνον παρέδωκα, πολλῷ μᾶλλον καὶ περὶ σαυτοῦ πείσθητι. Ζητήσουσι. Οὐκ εἶπεν, Ἐπειδὴ διωρθώσατο· ἀλλὰ, Ἐπειδὴ τῆς