1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

99

ὀργῆς ἀπέστην ἐγώ. Οὐκ εἶπεν, ὅτι Ἔσται μὲν, οὐ τιμωρήσεται δὲ, ἀλλ', Οὐδὲ φανεῖται αὐτή· ἄρα τὰ ἁμαρτήματα αὐτὴν παρέδωκεν, οὐκ ἀσθένεια 64.1033 Πῶς συνεκλάσθη; Εἶδες πῶς παρέστησεν αὐτῆς τὴν ἰσχύν; πῶς τὴν πληγὴν τὴν ἀφόρητον; Εἶτα πανταχοῦ φησιν, Ὅτι τῷ Κυρίῳ ἀντέστη, ἥμαρτε· καὶ τὸν τρόπον τῆς ἁμαρτίας, Καθὼς ἐποίησε, ποιηθήσεται αὐτῇ. Ἀνταπόδοτε αὐτῇ. Καὶ τὴν μακροθυμίαν, ὅτι ἥκει ὁ καιρὸς αὐτῆς. Ὥστε καὶ τὸν καιρὸν ἀνέμεινε, καὶ οὐδὲν πλέον ἐγένετο. Τάδε λέγει Κύριος. Οὐκ ἠθέλησαν ἀπολῦσαι αὐτούς. Ἢ τοῦτό φησιν, ὅτι οὐκ ἂν ἀπέλυσαν οὕσπερ κατεῖχον αὐτοπροαιρέτως, ἀλλ' ἀνθίσταντο τῷ Θεῷ, καθάπερ ὁ Αἰγύπτιος Φαραώ. Καθὼς κατέστρεψε. Τί οὖν, οὐ κατοικεῖται; Ὥσπερ οὖν τοῦτο τῆς ὑπερβολῆς, οὕτω καὶ ὅταν λέγῃ· Καθὼς ὤμοσα, ἐν τῷ ὕδατι τῷ ἐπὶ Νῶε ἐξ ὑπερβολῆς· εἶτα συνεχῶς ἐνδιατρίβει τοῖς αὐτοῖς λόγοις. Τίνος ἕνεκεν; Ἐπειδὴ ἄπιστον ἦν καὶ παράδοξον τὸ λεγόμενον, ὅτι Βαβυλὼν ἁλώσεται, ταχυτέρῳ κέχρηται τρόπῳ, ἐκτείνας τὴν ἅλωσιν αὐτῆς. Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνος μέγα, καὶ βασιλεῖς ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς, τόξον καὶ ἐγχειρίδιον ἔχοντες. Τουτέστιν, ἀσπίδα· τοῦτο γὰρ ἑρμηνεύει τὸ ἐγχειρίδιον, τῷ περὶ τὸ ἐν τῇ χειρὶ φέρεσθαι. Ἰδοὺ ὡς λέων ἀναβήσεται ἀπὸ φρυάγματος τοῦ Ἰορδάνου εἰς τόπον Ἐθάμ. Λέοντι παρείκασε τὸν Μῆδον. Τὸ δὲ, ἀπὸ φρυάγματος τοῦ Ἰορδάνου εἰς τόπον Ἐθὰμ, ὡσανεὶ αὐτόθι τῶν λεόντων εἰωθότων φαίνεσθαι. Ἐθὰμ δὲ πόλις ἐστὶν ὅμορος τοῦ Ἰορδάνου.

ΚΕΦΑΛ. ΝΑʹ.

Ποτήριον χρυσοῦν Βαβυλών. Εἰ ποτήριον χρυσοῦν ἐν χειρὶ Κυρίου, τίνος ἕνεκεν

κολάζεται; Ὅτι μειζόνως ἐκόλασε, καὶ ἐτιμωρήσατο, ἄρα καὶ ἴσχυσε δι' ἐμοῦ. Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον. Τουτέστιν, ὡς κόνιν, ἵνα εἴπῃ· Ἰσχυρόν σε ὄντα εἰς οὐδὲν ἐργάσομαι. Ἔλαβε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν καιομένων λίθων εἰς ἄσβεστον. Παραγγείλατε ἐπ' αὐτῇ βασιλείαις Ἀραρὰθ, παρ' ἐμοῦ. Καρδαουΐνους εἶναί φασι, καὶ τοῖς Ἀχαναζαίοις, τοὺς ἀπὸ Πόντου λέγει. ∆ιώκων εἰς ἀπάντησιν διώκοντος διώξεται. Τουτέστι, φεύγων ἀπαντήσει πολεμίῳ, κἀκεῖνος διώξεται, ὥστε αὐτὸν ἁλῶναι. *Καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν, καὶ εἰς κατοικίαν δρακόντων, καὶ εἰς θήνας. Κατὰ μὲν τὸν Ἑλληνικὸν μηνύει ὅτι εἰς ἐρημίαν ἔσται ἀκανθώδη· θῆνας γὰρ λέγει τὰς θάμνους. Ὁ δὲ Ἑβραῖος εἰς κοιλότητας ἑρμηνεύει. Θωὸν γάρ ἐστιν ἡ κοιλότης, ὅπερ θῆνας ἡρμήνευσεν εἰς τὸν Ἑλληνικόν. 64.1036 Ἐπὶ τὸ αὐτὸ, ὡς λέοντες ἐρεύξονται οἱ νεανίσκοι αὐτῶν. Τινὲς μὲν ἐπὶ τῶν πληττομένων αὐτὸ ἔλαβον τῶν Βαβυλωνίων, ὡσανεὶ ἀναβοώντων ἀπὸ τῆς πληγῆς ἐξάκουστον, καθάπερ λέων βρύχων. Ἄμεινον δὲ ἐπὶ τῶν Μήδων αὐτὸ λαβεῖν, ὡς φοβερῶν αὐτῶν ὄντων, τῷ τοῦ λέοντος παραδείγματι εἴωθε χρῆσθαι ἡ θεία Γραφή. * Πῶς ἑάλω Σισόχ; Ὄνομα βασιλέως εἶναί φασι τὸ Σισὸχ, μηνύειν δὲ τοὺς Αἰθίοπας· ἑρμηνεύεσθαι δὲ ἀπὸ τοῦ Χοῦς, ἀφ' οὗ Αἰθίοπες γεγόνασιν· ὡς οὖν τούτων συμμαχούντων τῷ Βαβυλωνίῳ ἐν τῷ πρὸς τοὺς Μήδους πολέμῳ, καὶ ἡττωμένων φασὶ τὸν προφήτην αὐτῶν μνημονεῦσαι. Καὶ ἐκδικήσω ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ οὐ μὴ συναχθήσεται ἔτι πρὸς αὐτὸν τὰ ἔθνη. Κατὰ μὲν τὰ πρὸς τὴν ἀκολουθίαν, ἐπὶ τῶν Βαβυλωνίων τοῦτ' ἔστιν ἐκλαβεῖν, ὅτι μετὰ τῶν εἰδώλων, καὶ πᾶσαν τὴν δυναστείαν αὐτῶν καθελῶ. Κατὰ δὲ τὸ ῥητὸν ὡς ἐπὶ τῶν εἰδώλων. Τινὲς δὲ οὕτως ἐνόησαν τὸ, Ἐξοίσω ἃ κατέπιε, τουτέστιν, Ἐξαρῶ τὸ μαντεῖον τοῦ Βὴλ, ὥστε αὐτὸν τοῖς πᾶσιν εἶναι εὐκαταφρόνητον. Παραβολὴ ἐπὶ παραβολήν. Τουτέστι, διήγημα ἐπὶ διήγημα, ἵνα εἴπῃ, Ἀλλεπάλληλα ἔσται