107
στρατοπέδου τοῦ ἐν Λόγους καὶ τό, τε ἐπίλοιπον βαδίσαντες τῆς ἡμέρας καὶ τὸ πλέον τῆς νυκτὸς, γενόμενοι ἐν χωρίῳ Κλέπτα ἐγχωρίως προσαγορευομένῳ, τό, τε ἐπίλοιπον τῆς νυκτὸς καὶ ἄχρι δήλης ἡμέρας ηὐλίσαντο ἐκεῖ. καὶ μετὰ τοῦτο ἄραντες ἐκεῖθεν, ἕως ἐπεγένετο ἡ νὺξ, ἦλθον εἴς τι χωρίον οὐ πολὺ ἀπέχον Βυζαντίου, τοῦ Ἀμβλυώπου προσαγορευόμενον. καὶ καρτερήσαντες ἐκεῖ, διεκόσμουν τὴν στρατιὰν, καὶ τὰς μὲν κλίμακας οὔσας δύο ἔκ τε κάλων καὶ ξυλίνων βαθμίδων πεποιημένας, ὧν τῆς μὲν ἦρχεν ὁ βασιλεὺς, ὁ μέγας δὲ δομέστικος τῆς ἑτέρας, δυοκαίδεκα στρα 1.301 τιώταις ἐπέθηκαν ἑκατέραν. ὧν ἦσαν ὀκτὼ Ῥωμαῖοι, οἱ λοιποὶ δὲ ἐξ Ἀλαμανίας Λατῖνοι. ἀκούσας δὲ ὁ βασιλεὺς, ὅτι καὶ Ἀλαμανοί εἰσιν ἐπὶ τῷ ἔργῳ τεταγμένοι, τὸν μέγαν δομέστικον προσκαλεσάμενος, τούς τε Ἀλαμανοὺς ἐκέλευεν ἀπὸ τῶν ἐν ταῖς κλίμαξι τεταγμένων ἐξαλλάττειν καὶ Ῥωμαίους εἰσάγειν ἀντ' αὐτῶν· ἀπό τε τῶν εὐγενῶν μηδένα εἶναι ἐν τοῖς μέλλουσι πρώτως ἀναβήσεσθαι ἐπὶ τὰ τείχη, ὡς ἂν μήτε οὗτοι κατεπαίρωνται τῶν ταπεινοτέρων, μήθ' ἡ εὐδοξία πρὸς Ἀλαμανοὺς διαβαίνῃ, ἀλλὰ μόνων ᾖ Ῥωμαίων τὸ ἔργον. ταῦτα μὲν οὖν ᾗ προσετέτακτο ἐτελεῖτο, καὶ Ῥωμαίοις τῶν μέσων δυοκαίδεκα ἑκατέρας ἐγχειρισθείσης τῶν κλιμάκων, προσετέτακτο αὐτοῖς, ἐπειδὰν ἐν χρῷ γένοιντο τοῦ τείχους, ὑπὸ τῶν ἔνδοθεν πρασσόντων καλωδίοις τῶν κλιμάκων ἀνελκυσθεισῶν, αὐτοὺς ἀναβαίνειν πρώτους καὶ ἀμύνεσθαι, ἄν τις ἐπίῃ, ὡς ἂν οἱ μετ' αὐτοὺς ἀναβαίνοιεν κατὰ σχολήν. μετ' ἐκείνους δὲ οὐ πολὺ ἀπέχων ἑκατὸν λογάδας ἄγων ἐβάδιζεν ὁ βασιλεὺς πεζῇ, καὶ μετ' αὐτὸν ὅσον μὴ συμμίγνυσθαι ἀλλήλοις, ἑτέρους τοσούτους ὁ μέγας δομέστικος εἶχε. τούς γε μὴν τῶν διακοσίων ἵππους ἕτεροι ἔφιπποι τοσοῦτοι ἄγοντες ἕκαστος ἕνα παρείποντο οὐκ ἐγγύθεν, ὡς ἂν μὴ τοῖς ἀπὸ τοῦ τείχους αἴσθησιν παράσχοιεν τοῦ ψόφου, ἀλλ', ἤν τι ἀδόκητον συμβῇ, τούς τε ἵππους παράσχοιεν τοῖς διακοσίοις ἐπιδραμόντες καὶ ἐπιβοηθοῖεν αὐτοὶ τὰ δυνατά. ἕτεροί τε πεντακόσιοι ᾔεσαν ἀπέχοντες οὐ πολὺ αὐτῶν, τῆς αὐτῆς καὶ αὐτοὶ ἕνεκα αἰτίας. ἐπὶ δὲ τοῦ 1.302 Ἀμβλυώπου ὁ πρωτοστράτωρ ἦν, τὴν ἄλλην ἅπασαν ἔχων στρατιὰν ἐν ὅπλοις παρατεταγμένην. οὕτω δὴ διακοσμήσαντες τὴν στρατιὰν, ᾔεσαν ἡσυχῇ, ὅπως μὴ τοῖς φυλάττουσιν αἴσθησιν παράσχοιεν ἀπὸ τῶν τειχῶν. νθʹ. Οἱ μὲν οὖν τὰς κλίμακας ἔχοντες τέτταρες καὶ εἴκοσι λαθόντες τοὺς φύλακας, ῥᾳδίως τοῖς τείχεσι προσέμιξαν τοῦ Καμάριδος ἡγουμένου κατὰ τοὺς πράσσοντας τὴν ἅλωσιν. καὶ ἐπεὶ αὐτοὺς προσδοκῶντας οὐκ ἦν λαθεῖν, τὰς κλίμακας ἀνείλκυσαν καλώδια καθιέντες, καὶ ἀπὸ τῶν ἐπάλξεων ἐξῆψαν. καὶ οἱ δυοκαίδεκα πρῶτον ἐφ' ἑκατέρας κλίμακος ἀνῆλθον. βασιλεὺς δὲ καὶ ὁ μέγας δομέστικος ἅμα οἷς ἦγον, ἐπεὶ πανσέληνος ἦν καὶ ἡ σελήνη διέφαινε λαμπρῶς, ὅμως διὰ τὴν ἀπὸ τῆς πληρώσεως μεταβολὴν νεφελῶν οὐ κατὰ τὸ συνεχὲς, ἀλλὰ διεσπασμένως τὸν ἀέρα ὑποτρεχουσῶν, ὅτε μὲν ἦν ἡ νεφέλη κατ' αὐτοὺς, ἐβάδιζον ὑπὸ τῇ σκιᾷ· ἐπειδὰν δὲ παρέλθοι, κατακλινόμενοι εἰς γῆν, ἑτέραν περιέμενον νεφέλην. καὶ οὕτω βαδίζοντες κατὰ μικρὸν, ἦλθον ἐγγὺς τειχῶν. ἐπεὶ δὲ ὅσον ἐφικέσθαι τόξῳ ἀπεῖχον, οἱ μὲν ἀπὸ τῶν τειχῶν αἰσθόμενοι βοῇ τε ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ Βυζαντίους ἐκάλουν ἐπὶ τὰ τείχη, ὡς παρόντων πολεμίων· οἱ δὲ ἔξωθεν ἐπέδραμον ἐπὶ τὰς κλίμακας ἀφειδοῦντες ἤδη τῶν ψόφων, ὡς τῶν ἔνδον ᾐσθημένων, καὶ ἐπεὶ ἐγένοντο ἐν αὐταῖς, αὐτός τε ὁ βασιλεὺς προὐθυμεῖτο πρῶτος ἀναβαίνειν καὶ τὸν μέγαν δομέστικον 1.303 ἕπεσθαί οἱ παρεκάλει, οἰόμενος ὡς, ἂν αὐτοὶ γένωνται ἐπὶ τὰ τείχη, κἄν τις ἐπίῃ τῶν πολεμίων, οὐκ ἄν ποτε τολμήσων εἰς χεῖρας αὐτοῖς ἐλθεῖν· ἀλλ' ἀποσχήσεται γνωρίμων γενομένων, καὶ τοῦτον τὸν τρόπον τοῖς σφετέροις ἔσεσθαι ἀντὶ πολλῶν. ὁ μέγας δὲ δομέστικος οὐκ ἐπέτρεπεν, ἀλλ' ἁμαρτάνειν αὐτοὺς ἔφασκε τοῦ δέοντος, ἂν ταῦτα ποιῶσι. «τῶν γὰρ ὑπολειφθέντων ἀναβήσεται οὐδεὶς, οὐκ ἀτολμίᾳ τῇ πρὸς τὰ δεινὰ, οὐδὲ κακονοίᾳ, ἀλλ' ἕκαστος πρῶτος ἀναβαίνειν ἀξιῶν, ὑπὸ φιλονεικίας πάντες ὑπ' ἀλλήλων κωλυθήσονται. καὶ οὐ μόνον ἀναβήσεται