125
ἐκεῖνοι μελῳδήσουσιν. Ὥσπερ γὰρ ἡ ἀπὸ διαφόρων χορδῶν τῆς μονήρους ἥδιον μέλος ἀποτελεῖ, οὕτω καὶ ἡ τῶν πενήτων ἐκ διαφόρων οὖσα, τῷ εἰσακούοντι τῆς φωνῆς τῶν πενήτων Θεῷ ἡδύ τι καὶ ἐράσμιον ἠχήσει. Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης, σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον· μᾶλλον δὲ κατευθύνωμεν, ἵνα γενώμεθα καὶ τῆς ἐκεῖθεν ἄξιοι κληρουχίας τῶν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ.
«Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ' ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς
τοῦ Θεοῦ μακροθυμίας. αʹ. Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει τῶν εἰρημένων· ἐγὼ δὲ ὑμᾶς ἐθαύμαζον ἐπὶ τῇ τῆς ἀκροάσεως προθυμίᾳ τε καὶ συνέσει, καὶ ὅτι μακροτέρου τοῦ λόγου προελθόντος, μέχρι τέλους παρηκολουθήσατε ἡμῖν· καίτοι γε οὐ μακρὸς ἦν ὁ λόγος μόνον, ἀλλὰ καὶ δυσχέρειαν εἶχε πολλήν. Ἀλλ' οὔτε τὸ μῆκος, οὔτε ἡ δυσκολία τὴν ὑμετέραν ἤλεγξε προθυμίαν. Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν. Οὐδὲ γὰρ ἐπιτείνειν ἀεὶ δεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν διαῤῥήγνυται γὰρ ταχέως, οὔτε χαλᾷν ἀεὶ καὶ ἀνιέναι· καὶ γὰρ ἐντεῦθεν ἀργοτέρα γίνεται πάλιν. ∆ιὸ ποικίλλειν χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνιστικωτέρων ἅπτεσθαι λόγων. Ὥσπερ οὖν τότε ἔλεγον, ὅτι οἱ ποιμένες, τῶν λύκων ἐπιόντων τῇ ποίμνῃ, τὴν σύριγγα ἀφέντες, τὴν σφενδόνην μεταχειρίζονται· οὕτω νῦν δὴ παρελθουσῶν τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν, οἳ λύκων ἁπάντων εἰσὶ χαλεπώτεροι, τὴν σφενδόνην πάλιν ἀφέντες, ἐπὶ τὴν σύριγγα ἐπανίωμεν· καὶ τοὺς ἀγωνιστικωτέρους ἀναπαύσαντες λόγους, ἑτέρων τινῶν σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ ∆αυῒδ μεταχειριζόμενοι, καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον. Τίς οὖν ἐστιν ἡ ὑπακοή; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. 55.156 Μᾶλλον δὲ ἀναγκαῖον εἰπεῖν πρῶτον, τίνος ἕνεκεν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, καὶ μετ' ᾠδῆς μάλιστα αὕτη ἡ προφητεία λέγεται. Τίνος οὖν ἕνεκεν λέγεται μετ' ᾠδῆς, ἄκουσον· Πολλοὺς τῶν ἀνθρώπων κατιδὼν ὁ Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾷν τῶν βιωτικῶν, ὡς μέλος συμφωνίας, καὶ ῥυθμῷ συγκείμενον θεῖον ᾆσμα. Οὕτω γοῦν ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη ἡδέως ἔχει καὶ οἰκείως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν