149
μὲν ἔσται τὸ ἀτελεύτητον, τελευτητὸν δὲ τὸ ἄφθαρτον. ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας μὴ καθ' 2.1.526 ἡμῶν τρέψαι τὴν ἐπὶ τῷ γελοίῳ κατάγνωσιν. ταῦτα γὰρ ἡμεῖς πρὸς τὸν γελοιαστὴν ὑπ' ἀνάγκης ἐπαίξαμεν, ἵνα διὰ τῆς ὁμοίας παιδιᾶς τὴν μειρακιώδη τοῦ σοφίσματος αὐτοῦ πλοκὴν διαλύσωμεν. ἀλλ' εἰ μὴ βαρύ τε καὶ ὀχληρὸν τοῖς ἐντυγχάνουσι φαίνοιτο, οὐκ ἄκαιρον ἂν εἴη πάλιν ἐπὶ λέξεως ἐκθέσθαι τοῦ Εὐνομίου τὰ ῥήματα. 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπανα λαβὼν τὸ αὐτὸ πάλιν φησὶν 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεν 2.1.527 νητός20. τὰς γὰρ ἀκαίρους ἐν τῷ μέσῳ τῶν περιττῶν παρενθήκας ὡς οὐδὲν πλέον εἰς τὴν τοῦ λόγου κατασκευὴν συντελούσας παρίημι. ἀλλὰ τὴν μὲν διάνοιαν τῶν ἡμετέρων λόγων, ἀφ' ὧν αὐτὸς οὗτος παρέθετο, παντὶ ῥᾴδιον οἶμαι κατανοῆσαι ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὴν κατα σκευασθεῖσαν αὐτῷ καθ' ἡμῶν κατηγορίαν. ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, φησὶν ὁ διδά σκαλος, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις 2.1.528 χρώμενοι. τῷ γὰρ ὑπερεκπίπτειν αὐτόν, φησί, τῆς τῶν αἰώνων περιγραφῆς κατὰ πᾶν διάστημα τῆς χρονικῆς πα ρατάσεως, εἴτε τὸ ἐξ ἀρχῆς εἴτε τὸ ἐφεξῆς λογιζοίμεθα, τὸ καθ' ἑκατέραν ἔννοιαν τῆς ἀϊδίου ζωῆς ἀόριστόν τε καὶ ἀπερίγραπτον τὸ μὲν τῷ τῆς ἀφθαρσίας ὀνόματι, τὸ δὲ τῷ τῆς ἀγεννησίας διασημαίνομεν. οὑτοσὶ δέ φησι λέγειν ἡμᾶς ὅτι τὸ ἄναρχον οὐσία ἐστὶ καὶ τὸ ἀτελεύτητον οὐσία πάλιν ἐστίν, ὡς δύο τμήματα οὐσιῶν κατὰ τὸ ἐναντίον λεγόμενα παρ' ἡμῶν συμβάλλεσθαι· καὶ οὕτω κατασκευάζει τὸ ἄτοπον, τὰ ἑαυτοῦ τιθεὶς καὶ τοῖς ἑαυτοῦ συμπλεκόμενος, καὶ τὰς παρ' ἑαυτοῦ συντεθείσας διανοίας ἐξωθῶν εἰς τὸ ἄτοπον 2.1.529 κατ' οὐδὲν τῶν ἡμετέρων προσάπτεται. τὸ γὰρ κατὰ τὸ ἀτελεύτητον τῆς ζωῆς μόνον τὸν θεὸν ἄφθαρτον εἶναι τού του ἐστὶ καὶ οὐχ ἡμέτερον. ὡσαύτως καὶ τὸ ἄφθαρτον ἄναρχον μὴ εἶναι τῆς αὐτῆς ἐστιν ἀγχινοίας [τὸ] εὕρημα τῆς τὸ μὴ προσὸν εἰς τὸν τῆς οὐσίας λόγον κατατασσούσης. ἡμεῖς γὰρ οὐδὲν τῶν μὴ προσόντων οὐσίαν εἶναι διοριζό 2.1.530 μεθα. οὐ πρόσεστι δὲ τῷ θεῷ οὔτε τὸ εἰς φθορὰν τὴν ζωὴν καταλῆξαι οὔτε τὸ ἀπὸ γεννήσεως τοῦ εἶναι ἄρξασθαι· ὅπερ διὰ τῶν δύο τούτων ὀνομάτων, τῆς τε ἀφθαρσίας καὶ τῆς ἀγεννησίας, παρίσταται. ὁ δὲ τὸν ἴδιον λῆρον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλήσας ἑαυτὸν στηλιτεύων διὰ τῆς 2.1.531 κατηγορίας τῆς καθ' ἡμῶν οὐ συνίησιν. ὁ γὰρ οὐσίαν τὴν 20ἀγεννησίαν20 εἶναι διοριζόμενος εἰς αὐτὴν κατὰ τὸ ἀκό λουθον τὴν ἀτοπίαν ἐκβήσεται ἣν τοῖς ἡμετέροις δόγμασιν ἐπιφέρει. ἄλλο γὰρ τῆς ἀρχῆς καὶ ἄλλο τοῦ τέλους κατὰ τὴν διαστηματικὴν παράτασιν νοουμένων, εἰ μὲν τὴν ἑνὸς τούτων στέρησιν οὐσίαν τις εἶναι δοίη, ἐξ ἡμισείας αὐτοῦ τὴν ζωὴν ὑποστήσει μόνῳ τῷ ἀνάρχῳ ὑφεστῶσαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι διὰ τῆς φύσεως ἐπεκτείνουσαν, εἴπερ 2.1.532 φύσις ἡ ἀγεννησία νομίζοιτο· εἰ δὲ ἀμφότερά τις οὐσίαν εἶναι βιάζοιτο, ἀνάγκη πᾶσα κατὰ τὸν ἀποδοθέντα τοῦ Εὐνομίου λόγον ἑκάτερον τῶν ὀνομάτων κατὰ τὴν ἐγκει μένην ἔμφασιν καὶ ἐν τῷ τῆς οὐσίας λόγῳ τὸ εἶναι ἔχειν τοσοῦτον ὑπάρχον μόνον, ὅσον ἡ σημασία τῆς προσηγορίας ἐνδείκνυται· καὶ οὕτως ἰσχυρὸς ὁ τοῦ Εὐνομίου λόγος γενή σεται οὔτε τοῦ ἀνάρχου τὸ ἀτελεύτητον ἔχοντος οὔτε τοῦ ἀτελευτήτου τὸ ἄναρχον, ἐπειδὴ κατὰ τὸν λόγον αὐτοῦ καὶ οὐσία τῶν εἰρημένων ἐστὶν ἑκάτερον καὶ ἀμίκτως τὰ δύο ταῖς ἐννοίαις ἔχει πρὸς ἄλληλα, καὶ οὔτε ἡ ἀρχὴ πρὸς τὸ τέλος τὸν αὐτὸν ἔχει λόγον οὔτε τὰ ἀναιρετικὰ τούτων ὀνό ματα πρὸς ἄλληλα ταῖς σημασίαις συμφέρεται. 2.1.533 Ὡς δ' ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ' ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ κατὰ τὸ ἀγέννητον ἀτελεύτητος, ὡς μιᾶς ἐν ἑκατέροις τῶν ὀνομάτων ἐμφάσεως οὔσης. εἰ