158
ἀλλὰ καὶ τὴν δριμεῖαν ἐκείνην κατασκευὴν τοῦ φύσει τὸν θεὸν ἀν επίδεκτον εἶναι θανάτου, ὥσπερ ὄντος τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν· ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγούμεθα ἢ τόδε λέγειν τι εἶναι ἢ τὸ ἐναντίον μὴ εἶναι· οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζωὴν εἰπόντες τὸν θεὸν εἶναι ἀπαγορεύομεν τῇ δυ νάμει διὰ τῆς ὁμολογίας ταύτης τὸ θάνατον περὶ αὐτὸν ἐννοεῖν, κἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν· καὶ ὅταν ἀνεπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζωὴν αὐτὸν εἶναι κατεσκευάσαμεν. 2.1.596 Ἀλλ' 20οὐχ ὁρῶ20, φησί, 20πῶς ἂν ἐκ τῶν μὴ προσ όντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός20. καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι 20μετὰ ἀσεβείας ἠλίθιον20 ὀνομάζει τὸν μέγαν Βασίλειον τὸν τοῖς τοιού τοις ἐπιτολμήσαντα λόγοις· πρὸς ὃν εἴποιμι ἂν μὴ λίαν ἀφειδῶς κατὰ τῶν ταῦτα λεγόντων κεχρῆσθαι ταῖς ὕβρεσι, μή πῃ καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καθυβρίζων. τάχα γὰρ οὐδ' ἂν αὐτὸς ἀντείποι ἐν τούτῳ τὸ μεγαλεῖον τῆς θείας γνωρίζεσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα 2.1.597 κοινωνίαν, ὧν ἡ κάτω φύσις μετέχουσα δείκνυται. εἰ γὰρ ἔν τινι τούτων εἴη, οὐδ' ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος. εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα τῶν ἐχόν των ὑπερανέστηκε, καθάπερ φαμὲν κρείττονα τῶν ἐν ἁμαρ τίαις ὄντων εἶναι τὸν ἀναμάρτητον· τὸ γὰρ τοῦ κακοῦ κε χωρίσθαι τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται. ἀλλ' ὁ μὲν ὑβριστὴς κεχρήσθω τῇ φύσει· ἡμεῖς δὲ μικρόν τι παρασημηνάμενοι τῶν ἐν τῷ μέρει τούτῳ ῥηθέντων πρὸς 2.1.598 τὰ προκείμενα τὸν λόγον μετάξομεν. 20ὁμοίως20 φησὶν 20αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον20. ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερ εχόμενα ἴσα πάντως ἀλλήλοις ἐστίν; εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ ὁ κύριος, Εὐνόμιος συμπερανάτω τὸ ἐκ 2.1.599 τῶν τεθέντων ἀνακύπτον ἀσέβημα. δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις [ἐν] τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν καὶ ὁμοίως λέγει τὸν θεὸν ἀφεστάναι τῶν δύο, γεννητὸς δὲ ὁ κύριος, μηδεὶς παρ' ἡμῶν ἀπαιτείτω προσ τεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ' ἀφ' ἑαυτοῦ συλλογισάσθω τὸ πέρας, εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἡ τοῦ θεοῦ φύσις ἀφέστηκεν. ἀλλ' 20οὐκ ἔστι20, φησίν, 20ἀπουσίᾳ θανά του καὶ φθορᾶς λέγειν ἄφθαρτον αὐτὸν καὶ 2.1.600 ἀθάνατον20. πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι καὶ λεγέτωσαν παρεῖναι τῷ θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον, ἵνα ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται. εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαί νουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλ 2.1.601 λότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται. ἕκα στον γὰρ τῶν νοουμένων ἢ ἄπεστι πάντως τινὸς ἢ οὐκ ἄπεστιν, οἷον φῶς σκότος ζωὴ θάνατος ὑγεία νόσος καὶ ὅσα τοιαῦτα· ἐφ' ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατα σκευάσει. εἰ οὖν φησὶ 20μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν θεὸν ἀθάνατον λέγεσθαι20, δῆλος ἂν εἴη παρου σίαν αὐτῷ θανάτου κατασκευάζων καὶ διὰ τούτου τὴν 2.1.602 ἀθανασίαν ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἀρνούμενος. πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; ἀλλ' ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι· μὴ γὰρ ἂν οὕτω μανῆναί τινα ὡς κατασκευάσαι τὸν θεὸν μὴ εἶναι ἀθάνατον. ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων 2.1.603 ὁ