159
στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται. οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. 20οὐκ ἀπουσίᾳ θανάτου20, φησίν, 20ὁ θεὸς ἀθάνατος λέγεται20. πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θάνατος, κἂν ἀθά νατος λέγηται; οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως ὁ τοῦ Εὐνομίου θεὸς καὶ φθορᾷ ὑποκείμενος. οὗ γὰρ οὐκ ἄπεστι θάνατος, ἀθάνατος εἶναι φύσιν οὐκ ἔχει. ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσ ηγορίαι σημαίνουσιν, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων 2.1.604 θεῷ ἢ ἕτερόν τινα νοῦν ἐν αὑταῖς περιέχουσι. τίς οὖν οὗτος, ἑρμηνευσάτω ὁ τεχνολόγος. ἀλλ' ἡμεῖς οἱ, καθώς φησιν ὁ Εὐνόμιος, 20ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως20, ἄνοσον λέγειν ἐμάθομεν οὐχ οὗ τὸ κράτος, ἀλλ' οὗ ἡ νόσος κεχώρισται, καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν ἀνδρεῖον ἄνανδρον, ὑπνώδη ἄϋπνον καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης. 2.1.605 Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία τὸ τὰ γελοῖά τε καὶ ἄσπουδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. διὸ παρήσω κἀκεῖνα καὶ τὰ ἐφεξῆς ἐκείνοις προσκείμενα· ἔστι δὲ ταῦτα· 20μηδεμίαν20, φησί, 20τῆς ἀληθείας μήτε τῷ θεῷ συμφυΐαν προσμαρ 2.1.606 τυρούσης20· εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἦν ὁ διφυᾶ τὸν θεὸν εἶναι λέγων πλὴν σοῦ τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ πατρὸς οὐσίᾳ συμφύοντος καὶ μηδὲν ἔξωθεν προσ εῖναι λέγοντος, ἀλλ' ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνο μάτων τῇ οὐσίᾳ τοῦ θεοῦ ἐγκεντρίζοντος; εἶτά φησι 20μήτε μὴν ἔξωθεν καὶ παρ' ἡμῶν πλαττομένην τοι αύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης20. ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ' ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ' οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος ὁ τὸν ἡμέ τερον ἰδιωτισμὸν διαπλύνων ἔπειτα τῆς ἀληθείας καταθρα 2.1.607 σύνεται. τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος ὁ τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομ πεύων, οἳ τὰς στομφώδεις αὐτὸν ταύτας ξηροστομίας κακο συνθέτως διαπεραίνοντα ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν; ἀλλ' αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν. τὴν δὲ τοῦ μονογενοῦς οὐσίαν τί φῄς, πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν ἢ οὐχί; ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἁπλότης 20οὐδεμίαν20, καθὼς φῄς, 20συμ 2.1.608 φυΐαν προσίεται20. εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς ὅ τι βλέπει. τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ οὐ λίαν ἐστὶ λεπτῆς κατα νοῆσαι φρενός. ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἡ ἀκο λουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον, οὕτω καὶ θνητὸν πάντως τὸ μὴ ἀθάνατον. τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής, τί περὶ τῆς τοῦ 2.1.609 μονογενοῦς ἡμῖν οὐσίας κυριολογήσει; πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. δώσει καὶ ταύτην ἀθα νασίαν εἶναι ἢ οὐ συνθήσεται; εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον 2.1.610 αὐτὴν εἶναι κατασκευάζων. εἰ δὲ φεύγων τὸ ἄτοπον ἀθα νασίαν καὶ τοῦ μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδε μίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται. εἰ γὰρ ἐπίσης ἥ τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἄρα καὶ παρ' αὐτῶν τῶν ἐχ θρῶν ὁμολογεῖται τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι. 2.1.611 Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίη, λέγων ἡμᾶς 20ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λέγειν20. κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως καὶ