175
καὶ τῇ ποσότητι τῶν ἐπιφερομένων καὶ τῇ ποιότητι τὴν εὐτέλειαν αὐτῶν τῆς τραπέζης ἴδωμέν τε καὶ μιμησώμεθα. Τὰ γοῦν ἑξῆς τούτων πολλῆς ἀσθενείας. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἔχει πέντε ἄρτους κριθίνους, ἐπήγαγεν· Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάττονα, ἀπὸ δὲ πλειόνων πλείονα ἔμελλε ποιεῖν ὁ θαυματουργῶν· ὅπερ οὐκ ἦν. Ὁμοίως γὰρ ἦν αὐτῷ εὔκολον ἀπό τε πλειόνων, ἀπό τε ἐλαττόνων ποιῆσαι πηγάσαι τῶν ἄρτων τὴν φύσιν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης· ἀλλ' ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, ὡς οἱ μετὰ ταῦτα διαβάλλοντες οἱ τὰ Μαρκίωνος νοσήσαντες ἔλεγον, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυμάτων. Ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ λοιπόν· οὕτω γὰρ μᾶλλον ἐκέρδαναν, πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν, ἵνα ὅταν γένηται, μάθωσι τοῦ Θεοῦ τὴν δύναμιν. Ἐπειδὴ γὰρ γίνεσθαι σημεῖον ἔμελλε τὸ καὶ προφήταις κατορθωθὲν, εἰ καὶ μὴ ὁμοίως· ἔμελλε δὲ καὶ εὐχαριστήσας αὐτὸ πρότερον ποιεῖν· ἵνα μὴ εἰς ἀσθενῆ τινα καταπέσωσιν ὑπόνοιαν, ὅρα πῶς αὐτὸ καὶ τῷ τρόπῳ διὰ πάντων ἐπῆρε καὶ τὴν διαφορὰν ἔδειξεν. Οὔπω γὰρ τῶν ἄρτων φανέντων, τὸ θαῦμα ποιεῖ, ἵνα μάθῃς ὅτι τὰ μὴ ὄντα ὡς ὄντα αὐτῷ ὑφέστηκε, καθάπερ ὁ Παῦλός φησιν· Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα. Ὡς ἑτοίμου γὰρ καὶ παρεσκευασμένης τῆς τραπέζης, ἐκέλευσεν αὐτοὺς 59.242 εὐθέως ἀναπεσεῖν. Οὕτω καὶ διὰ τούτου τὴν διάνοιαν τῶν μαθητῶν ἀνέστησεν. Ὅτι δὲ καὶ ἐκέρδαναν ἀπὸ τῆς ἐρωτήσεως, εὐθέως ὑπήκουσαν, καὶ οὐκ ἐθορυβήθησαν, οὐδὲ εἶπον· τί ποτε τοῦτό ἐστι; πῶς κελεύεις ἀναπεσεῖν, οὐδενὸς ἐν τῷ μέσῳ φαινομένου; Οὕτω καὶ πρὸ τῆς ὄψεως τοῦ σημείου πιστεύειν ἤρξαντο οἱ παρὰ τὴν ἀρχὴν τοσοῦτον ἀπιστήσαντες ὡς εἰπεῖν, Πόθεν ἀγοράσομεν ἄρτους; ὅτι καὶ μετὰ προθυμίας ἀνέκλιναν τοὺς ὄχλους. Ἀλλὰ τί δήποτε τὸν παραλυτικὸν μέλλων ἀνορθοῦν οὐκ εὔχεται, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν· ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; ∆εικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχαριστεῖν δεῖ τῷ Θεῷ. Καὶ ἄλλως δὲ, ἐπὶ τῶν ἐλαττόνων αὐτὸ μάλιστα ἐργάζεται, ἵνα μάθῃς ὅτι οὐ δεόμενος αὐτὸ ποιεῖ. Εἰ γὰρ δεόμενος, πολλῷ μᾶλλον ἐπὶ τῶν μειζόνων ἂν αὐτὸ ἐποίησεν. Ὁ δὲ ἐκεῖνα αὐθεντίᾳ ποιήσας, εὔδηλον ὅτι καὶ ταῦτα συγκαταβατικῶς ἔπραττεν. γʹ. Ἔτι τε καὶ ὅτι ὄχλος πολὺς ἦν παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. ∆ιὰ τοῦτο ὅταν μὲν μόνος ποιῇ τι σημεῖον, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δὲ ἐπὶ πολλῶν αὐτὸ ποιῇ, ὥστε πιστεῦσαι αὐτοὺς ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεννηκότι, διὰ τῆς εὐχαριστίας ἀναιρεῖ τὴν ὑποψίαν. Καὶ ἔδωκε τοῖς ἀνακειμένοις, καὶ ἐνεπλήσθησαν. Εἶδες πόσον δούλου καὶ δεσπότου τὸ μέσον; Ἐκεῖνοι μὲν γὰρ ἐκ μέτρου ἔχοντες τὴν χάριν, οὕτως ἐθαυματούργουν· ὁ δὲ Θεὸς ἀπολελυμένῃ δυνάμει ποιῶν, μετὰ πολλῆς ἅπαντα εἰργάζετο τῆς περιουσίας. Καὶ εἶπε τοῖς μαθηταῖς· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα. Οἱ δὲ συνήγαγον, καὶ ἐγέμισαν δώδεκα κοφίνους. Οὐκ ἐπίδειξις ἦν τοῦτο περιττὴ, ἀλλ' ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα· διὰ δὴ τοῦτο καὶ ἐξ ὑποκειμένης ὕλης δημιουργεῖ. Τίνος δὲ ἕνεκεν οὐ τοῖς ὄχλοις ἔδωκεν βαστάσαι, ἀλλὰ τοῖς μαθηταῖς; Ὅτι μάλιστα τούτους παιδεῦσαι ἠβούλετο τοὺς μέλλοντας εἶναι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τῶν θαυμάτων τέως· εὐθέως γοῦν ἐπελανθάνοντο αὐτοὶ, καὶ ᾔτουν ἕτερον θαῦμα· οὗτοι δὲ οὐ τὰ τυχόντα κερδαίνειν ἔμελλον. Ἦν δὲ καὶ τῷ Ἰούδᾳ κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον. Ὅτι δὲ τῆς αὐτῶν παιδεύσεως ἕνεκεν ταῦτα ἐγένετο, ἐκ τοῦ εἰρημένου ὕστερον δῆλον, οὗπερ ἀνέμνησεν αὐτοὺς λέγων· Οὔπω νοεῖτε πόσους κοφίνους ἐλάβετε; Καὶ τὸ ἰσαρίθμους εἶναι τοῖς μαθηταῖς τοὺς κοφίνους τῶν λειψάνων, τῆς αὐτῆς ἕνεκεν αἰτίας γέγονεν. Ὕστερον δὲ ἐπειδὴ ἐπαιδεύθησαν, οὐκ ἔτι τοσούτους, ἀλλὰ σπυρίδας ἑπτά. Ἐγὼ δὲ οὐ τὸ πλῆθος θαυμάζω τῶν γεγονότων ἄρτων μόνον,