186
μὴ Σφραντζὴς ὁ μέγας στρατοπεδάρχης. ἐπὶ χρόνον δὲ συχνὸν παλαίοντες τῇ νόσῳ, ἀπηλλάττοντο. ἵπποι δὲ καὶ ἡμίονοι, καὶ εἴ τι τῶν ἀλόγων ἕτερον ἦν, χαλεπῶς διέφευγε τὸ ἀποθνήσκειν· διὸ καὶ ἐκ πολλῶν ὀλίγοι ἵππους ἔχοντες ἀνέζευξαν. τότε δὲ ἐπεὶ ἡ Ἄρτα προσεχώρησε, βασιλεὺς μὲν διὰ τὴν νόσον καταλέλειπτο ἐκεῖ. λζʹ. Ὁ μέγας δὲ δομέστικος στρατιὰν ἀναλαβὼν ἦλθεν εἰς Θωμόκαστρον καὶ πρότερον πολιορκούμενον, ἔνθα καὶ Νι 1.526 κηφόρος ὁ δεσπότου παῖς ἐκ Τάραντος ἐλθὼν μετὰ τῶν ἄλλων τῶν φυγάδων ἔτι νήπιος ὢν ἐπολιορκεῖτο. οὗτοι δὲ ἅτε καὶ ἐν ἀφθόνοις ὄντες διὰ τὸ θαλασσοκρατεῖν, τριήρεων οὐ παρουσῶν βασιλικῶν, καὶ δυσπειθέστεροι τῶν ἄλλων μᾶλλον ἦσαν καὶ οὐδὲ λόγου γοῦν ψιλοῦ ἠξίουν τοὺς πολιορκοῦντας. καὶ γὰρ καὶ τοῦ μεγάλου δομεστίκου ἐν δύο καὶ εἴκοσιν ἡμέραις, αἳ μετὰ τὴν ἄφιξιν αὐτοῦ παρῆλθον, προσπέμποντος ἀεί τινας αὐτοῖς καὶ τὴν αἰτίαν ἐρομένου, δι' ἣν οὕτως ἀσυμβάτως ἔχουσι πρὸς βασιλέα καὶ πάντα μᾶλλον αἳ ὑπομένειν ἢ ὑπ' αὐτὸν τελεῖν, οὐδεμίαν παρέσχον ἀπολογίαν· ἅμα μὲν καὶ διὰ τὸ μὴ ἑκατέρωθεν γῆς πολιορκεῖσθαι καὶ θαλάσσης· ἅμα δὲ καὶ συμμαχίαν ἐκδεχόμενοι ἐκ Ταραντίνων ἥξειν, ἣν ᾤοντο αὐτοῖς λύσειν τὴν πολιορκίαν τοὺς Ῥωμαίους ἐκφοβήσαντας. μετὰ δὲ τὴν δευτέραν καὶ εἰκοστὴν ἡμέραν ἧκον ἐκ τοῦ Τάραντος αἱ προσδοκώμεναι δέκα τριήρεις καὶ πεντηκόντοροι τρεῖς· ἃς ἰδόντες οἱ πολιορκούμενοι ἐν Θωμοκάστρῳ, ἡδονῆς τε ἦσαν ἔμπλεῳ καὶ σωτήρια ἑώρταζον καὶ ἐπαιάνιζον ἀπὸ τοῦ τείχους, ὡς ἤδη τῶν κακῶν ἀπηλλαγμένοι. οἱ δὲ ἦσαν οὐδὲν μᾶλλον ἐν ἐλάττοσι κακοῖς. ὁ μέγας μὲν γὰρ δομέστικος καίτοι ἐγγὺς ἐστρατοπεδευμένος τῆς θαλάσσης, οὐδὲν μᾶλλον ἐκινήθη, ἀλλ' ἀτρέμας τῆς πολιορκίας εἴχετο. Ταραντῖνοι δὲ ἐπ' ἀγκυρῶν ἐφώρμουν, τῆς τε γῆς ἀπεχόμενοι ὡς πολεμίας καὶ πρὸς τῇ πόλει οὐδεμίαν ποιούμενοι ἀπόβασιν. 1.527 εἰς τρίτην δὲ ἡμέραν ὕστερον ὁ μέγας δομέστικος ὑποπτεύσας τοῖς ἐν Θωμοκάστρῳ τὸ φρόνημα ὑπενδοῦναι, ἐπεὶ οὐδὲν ἀπώναντο τῆς βοηθείας Ταραντίνων, προσῆγεν αὐτοῖς τοὺς λόγους προσπέμπων τοὺς διαλεξομένους. ἔφασκέ τε θαυμάζειν μάλιστα αὐτῶν, ὅτι συνετοί τε ὄντες καὶ πράγμασιν εἰδότες χρῆσθαι, ὡς περὶ αὐτῶν ἀκούειν ἔξεστιν, ὀλίγους γὰρ αὐτῶν ἑωρακέναι κατὰ τὴν πρώην τὴν ἔφοδον, νῦν οὐ προσήκοντα ποιοῦσιν ἑαυτοῖς, οὐδ' ἐξ ὧν μάλιστα ἂν ἀπολύοιντο αἰτίας. αὐτοῦ γὰρ δὴ ἐπὶ πέντε καὶ εἴκοσιν ἡμέραις περικαθημένου καὶ τὴν αἰτίαν ἐθέλοντος μαθεῖν, ἧς ἕνεκα αὐτοῖς τὸ ὑπὸ βασιλεῖ τετάχθαι νομίζεται τῶν πάνυ ἀδυνάτων, μήτε παρέχεσθαι ἀπολογίαν μηδεμίαν, μήτε ἐξ ὧν πράττουσιν ὑποψίαν ἐνδιδόναι, ὡς σωφρόνων ἀνθρώπων χρῶνται λογισμοῖς, ὑφ' ὧν ἢ ἡμᾶς κακώσουσι τοὺς πολεμίους ἢ σφίσι αὐτοῖς πορίσονταί τινα ἀπαλλαγὴν τῶν ἀλγεινῶν. ἀλλὰ ταὐτὸν πάσχειν οἷον τοὺς πολύποδάς φασιν, οἳ ἐπειδὰν ἐξέλκωνται τῆς θαλάμης, ἂν συμβαίη τινὸς ἐπιλαβέσθαι, οὐ ῥᾳδίως μεθιᾶσιν, ἄχρις ἂν ἢ ἐπιλείψωσί τι ἑαυτῶν, ἢ παρασπάσωνται τῶν ἡμμένων. τοιοῦτον δή τι συμβαίνειν καὶ περὶ αὐτούς. ἅπαξ γὰρ ὡς οὐ βασιλεῖ προσθήσονται εἰπόντες, τοῖς αὐτοῖς λόγοις χρῶνται διηνεκῶς καὶ οὐδεμίαν ἐπιδέχονται μεταβολήν. καίτοι εἰ μὲν περὶ ἀκινήτων πραγμάτων ἦσαν τοὺς λόγους ἐσκεμμένοι, εἶχεν ἄν τινα λόγον ἐμμένειν τοῖς βεβουλευ 1.528 μένοις ἐξ ἀρχῆς· νῦν δ' ἔξεστι συνορᾷν, ὡς οὐδ' ἐπὶ μιᾷ ἡμέρᾳ τῶν αὐτῶν μενόντων, ἀλλὰ ποικίλας δεχομένων τὰς μεταβολὰς, ποιοῦνται. ὥστε ἐχρῆν αὐτοῖς καὶ τοὺς περὶ ἐκείνων λόγους ὁμοίως τοῖς πράγμασι μεθαρμόζεσθαι πρὸς τὸ λυσιτελοῦν. παρῄνει τε αὐτοῖς τῶν συνετωτέρων παρ' αὐτοῖς τινα πέμψαι πρὸς αὐτὸν, ὥστε ἃ αὐτοῖς οἴεται λυσιτελοῦντα ὑποθέσθαι. κἂν μὲν καὶ αὐτῷ συμφέροντα δοκῇ· εἰ δὲ μὴ, ἀλλ' αὐτοῖς γε ἐξεῖναι πάλιν ἃ ὀνήσειν οἴεται ἑλέσθαι. Τοιούτους μὲν ὥσπερ δι' ἀκροβολισμῶν πρὸς ἐκείνους ἐποιήσατο τοὺς λόγους· ἐκεῖνοι δὲ ἀποκρινάμενοι ὡς εἰ δοκεῖ αὐτοῖς συμβουλευσαμένοις, πέμψουσί τινα εἰς τὴν ὑστεραίαν, πέμπουσι Ῥιτζάρδον τὸν Νικηφόρου παιδαγωγὸν ἐπιφανέστερόν τε καὶ συνετώτερον τῶν