208
καλῶς καὶ ἦθος κατασκέπτεσθαι ἀνδρὸς καὶ τὰς τῆς ψυχῆς ὁρμὰς ὁποίας ἔχει, μήτε τοῖς ἔξωθεν περὶ αὐτοῦ προσέχειν λεγομένοις, μήτ' αὐτὸν ἐφ' ἑαυτοῦ σκοπεῖν ἐν οἷς καιροῖς οὐκ ἐπ' ἐκείνῳ ἦν τὸ τὰ βεβουλευμένα δύνασθαι εἰς ἔργα ἀγαγεῖν, ἀλλ' ἡνίκα ἔξεστι μάλιστα χρῆσθαι τῇ δυνάμει. εἰ γὰρ τότε μηδέν τι φαίνεται τοιοῦτον δρῶν, οἷον αὐτὸν ἄν τις οἰηθείη, σχολῇ γ' ἂν εἰσέπειτα μεταβαλεῖν ὁ τοιοῦτος ἕλοιτ' ἄν. τοίνυν καὶ αὐτὸς ἐρῶ μετὰ παῤῥησίας περὶ ἐμαυτοῦ, ὡς οὔτε πρότερον ἐπεθύμησα εἰς βασιλέως σχῆμα μεταμεῖψαι τὸ παρὸν, καίτοι 2.40 πολλὰ πολλάκις ὑπὸ περιόντος ἔτι τοῦ μακαρίτου βασιλέως ἐκείνου παρακληθεὶς, οὔτε νῦν ἐρῶ. εἰ γὰρ τοιούτοις ἔρωσιν ἀτόποις συνέβαινεν ἁλῶναι, τί τὸ κωλῦον ἦν, ὅτε, βασιλέως τετελευτηκότος, αὐτὸς παραλαβὼν τοὺς παῖδας τοὺς ἐκείνου, τὰ βασίλεια κατέσχον ἐν φρουρᾷ, τῶν τε ἔνδον ἀσφαλῶς κατεχομένων, καὶ τῶν ἔξω πάντων, τῶν μὲν εὐνοϊκῶς ἐμοὶ διακειμένων, τῶν δὲ ὑποπτησσόντων τὴν δύναμιν τὴν ἐμὴν καὶ οὐδὲ τολμώντων ἀντιγρύζειν, τὴν οἰκουροῦσαν ἄγειν εἰς φῶς κακίαν ἢ τὴν ἐπιθυμίαν μᾶλλον κατὰ πολλὴν τοῦ κωλύσοντος τὴν ἐρημίαν ἐκπληροῦν; νυνὶ δὲ οὐ μόνον οὐδὲν τοιοῦτον δεδρακὼς ἢ βεβουλευμένος φαίνομαι, ἀλλὰ καὶ τοὐναντίον πᾶν. ἐν ἀσφαλείᾳ γὰρ πάσῃ καὶ τοὺς βασιλέως παῖδας καὶ σὲ ἄχρις ἐνάτης ἡμέρας ἐκ τῆς βασιλέως τελευτῆς διατηρήσας, μετ' ἐκείνην τήν τε φρουρὰν ἀπήγαγον τῶν βασιλείων, ἣν αὐτὸς ἐγκαθιδρύσας ἦν, καὶ ἄλλην καταστήσας, ὅσην πρὸς τὸ τῶν ἐπιβουλευσόντων ἴσως ἐπέχειν τὰς ὁρμὰς ἔκρινα αὐτὸς ἀρκεῖν, οἴκαδε ἀνεχώρουν, τῶν πραγμάτων ἐχόμενος ὥσπερ καὶ ζῶντος βασιλέως, πᾶσι παραινῶν, συμβουλεύων, δεδιττόμενος ταῖς ἀπειλαῖς, μηδὲν νεωτερίζειν, ἀλλὰ καθαρὰν καὶ ἄδολον τηρεῖν καὶ τὴν εὔνοιαν καὶ τὴν δουλείαν σοί τε ὁμοίως καὶ παισὶ τοῖς σοῖς, καὶ δῆλος ὢν ὡς δίκας ἐπιθήσων τοῖς νεωτεριοῦσι καὶ τὸν πόλεμον αὐτὸς ἀναδεξόμενος ὑπὲρ ὑμῶν. τί οὖν ἄν τις εἴποι, τότε μὲν μὴ βουληθῆναι 2.41 δεδυνημένον, νυνὶ δὲ βουλόμενον, μὴ τῆς ἴσης δυνάμεως εὐπορεῖν; ἀλλ' οὐδὲν ἧττον ὥσπερ καὶ τότε αὐτός τε ἂν δύνασθαι ἰσχυρισαίμην καὶ ὑμεῖς συνομολογήσαιτε ἐμοί· ὥστε οὔτε πρότερον, οὔτε νῦν ἐκ τοῦ μὴ δύνασθαι ἀπεσχόμην τῶν κακῶν, ἀλλ' ἐκ τοῦ μάλιστα μὴ βούλεσθαι καὶ τῶν φαυλοτάτων τὴν τοιαύτην οἴεσθαι μεταβολήν. εἰ οὖν οὔτε πρότερον, οὔτε νῦν, καίτοι ῥᾷστα καταπράξασθαι δυνάμενος, οὐδὲν τοιοῦτον, οἷον ἄν τις ὑποπτεύσειε, βεβουλευμένος ὤφθην, προσῆκον καὶ περὶ τοῦ μέλλοντος ἐμοὶ θαῤῥεῖν καὶ μὴ τοῖς συκοφάνταις προσέχειν καὶ λογοποιοῖς πολλοῖς κατ' ἐμοῦ φυησομένοις. οὐδὲ γὰρ περὶ μικρῶν τινων καὶ εὐκαταφρονήτων διαβαλοῦσιν, ἀλλὰ περὶ τοῦ ζῇν ὑμῖν ἐξαρτήσουσι τὸν φόβον, ἢ τά γε δεύτερα, περὶ τοῦ μὴ καλῶς καὶ ὡς προσῆκον, ἀλλ' αἰσχρῶς καὶ ἀνελευθέρως καὶ δουλεύοντας ἑτέρῳ ζῇν, ὃ καὶ αὐτὸ τοῖς εἰθισμένοις ἄρχειν οὐδενὸς θανάτου δεύτερον εἰς ἀλγηδόνος λόγον. ὅτι δὲ τοιοῦτοι φυήσονται πολλοὶ, οὐ στοχάζεσθαι ἔξεστιν ἡμῖν, ἀλλὰ καὶ σαφέστατα εἰδέναι. βασιλεὺς μὲν γὰρ κύριος αὐτὸς τῶν πραγμάτων ὢν καὶ μηδεμίαν μηδ' ὑφ' ἑνὸς τῶν πραττομένων ὑφορώμενος ἐξέτασιν, τὰ μὲν αὐτὸς ἑκὼν εἶναι, εἴπερ ἐβούλετο, χαρίζεσθαί τισιν ἠδύνατο, τὰ δ' ἴσως ἂν καὶ ἠμελεῖτο. νυνὶ δὲ οὐδὲν τοιοῦτον ἐξέσται οὐδενὶ, ἀλλὰ πάντα σὺν λόγῳ καὶ 2.42 μετὰ ἀκριβείας πράττειν ἀνάγκην πᾶσιν ἐπιθήσω, οὐ τῆς ὑμετέρας ἕνεκα κηδεμονίας μόνον, ἵνα μὴ ἐλάττω τὴν ἀρχὴν, ἣν παρέλαβον, ἀλλὰ καὶ μείζω καὶ βελτίω, καιροῦ καλοῦντος, ἀποδῶ, ἀλλὰ καὶ φιλοτιμίας καὶ δόξης ἕνεκα ἐμῆς, τὸ δέ γε τούτων πάντων καὶ μεῖζον καὶ φοβερώτερον ἐμοὶ, τῆς ἐκεῖθεν τῶν πραττομένων ἐξετάσεως καὶ τῶν εὐθυνῶν, ἃς αὐτὸς ὑφέξειν ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου ὑπὲρ τῶν εὖ ἢ κακῶς διῳκημένων μέλλω. τὰ δὲ τοιαῦτα τοῖς εἰθισμένοις ἀμελεῖν καὶ λυμαίνεσθαι τοῖς δημοσίοις καὶ τὰ ἴδια ἐκ τῆς φθορᾶς ἐκείνων αὔξειν, παντί τῳ δῆλον, ὡς οὐκ ἔσται ἀνεκτὰ, ὥστε αὐτοὺς εἰκὸς τὸν τὴν τοιαύτην ἀνάγκην αὐτοῖς ἐπαγαγόντα ἐκ μέσου ποιεῖν τίθεσθαι διὰ σπουδῆς. τοῦτο