246
ἄδυτα, τὰ Ἅγια τῶν ἁγίων, καθάπερ καὶ Ζαχαρίας εἰσάγει τινὰς ἐρωτῶντας, καὶ λέγοντας· Εἰσῆλθεν ὧδε τὸ ἁγίασμα· ἢ νηστεύσομεν; περὶ τῆς ἐπανόδου τῆς κιβωτοῦ καὶ τῶν ἄλλων ἁπάντων δηλῶν. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Πρὸ γὰρ τούτου ἀκάθαρτός τις ἦν καὶ ἐναγὴς ἡ χώρα· ἐπειδὴ δὲ ἐπανῆλθεν ὁ λαὸς, ἐγένετο ἡ πόλις ἁγίασμα αὐτοῦ· τουτέστιν, ἁγίασμα ἤγετο διὰ τῆς ἐποπτείας, διὰ τῶν θυσιῶν, διὰ τῆς λατρείας, διὰ τῆς ἄλλης ἁγιστίας. Ἰσραὴλ ἐξουσία αὐτοῦ. Τί ἐστιν, Ἰσραὴλ ἐξουσία αὐτοῦ; Ὑπὸ τὴν ἀρχὴν αὐτοῦ, φησί. Καίτοι πᾶσα ἡ οἰκουμένη ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ἦν, ἀλλ' οὗτοι καὶ κατ' οἰκείωσιν ἑτέραν. Ἐπειδὴ καὶ προφητείας ἐδέχοντο, καὶ διελέγετο αὐτοῖς, καὶ τὰ κατ' αὐτοὺς ᾠκονόμει μειζόνως. Εἶτα καθ' ἕτερον δὲ τρόπον καὶ λαὸς αὐτοῦ ἐχρημάτιζε. Καὶ γὰρ τῷ νεύματι τῷ ἐκείνου πολλάκις καὶ εἰς πολέμους ἐξῄεσαν, καὶ πολλὰ τῶν ἄλλων ἔπραττον. Βαρβαρικῶν γὰρ αὐτοὺς ἀπαλλάξας χειρῶν, καὶ τυραννίδος, καὶ δουλείας, καὶ κινδύνου ἐσχάτου, καὶ παρανόμου γνώμης, γέγονεν αὐτῶν βασιλεύς. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δικαιολογούμενος καὶ δεικνὺς, ὅτι πρότερον τὰ παρ' ἑαυτοῦ ἐπιδειξάμενος ἀπῄτει τὰ παρ' ἐκείνων, ἔλεγε· Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ, ἢ γῆ κεχερσωμένη; Ὃ δὲ λέγει τοῦτό ἐστι· Μὴ ἄκαρπος, φησὶν, ὑμῖν ἐγενόμην; οὐ μυρία ἀγαθὰ εἰς ὑμᾶς ἐπεδειξάμην; οὐ τὴν φύσιν αὐτὴν μετέβαλον; οὐ τὰ στοιχεῖα πρὸς τὴν ὑπηρεσίαν ὑμῶν ἐῤῥύθμισα; οὐ διαγωγὴν ὑμῖν ἐχαρισάμην ἀνθρωπίνων ἀπηλλαγμένην πόνων; ∆ιὰ τοῦτό φησι· Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραήλ; Τουτέστιν, οὐ μυρίους ἤνεγκα καρπούς; ἐλευθερίαν ἀπ' Αἰγύπτου, ἀπαλλαγὴν βαρβάρων, θαυμάτων ἐπίδειξιν, τὴν ἐν ἐρήμῳ διαγωγὴν, τὴν τῆς Παλαιστίνης κληρονομίαν, τὴν τῶν ἐθνῶν κράτησιν, τὰ συνεχῆ τρόπαια, τὰς ἐπαλλήλους νίκας, τὰ θαύματα τὰ παράδοξα, τὰ τεράστια τὰ συνεχῆ, τῆς γῆς τὴν εὐετηρίαν, τοῦ γένους ὑμῶν τὴν ἐπίδοσιν, τὴν πανταχοῦ τῆς οἰκου 55.306 μένης δόξαν, ἕτερα μυρία; Εἶδες καρποὺς τοῦ Θεοῦ; ∆ιὰ τοῦτο ἐπήγαγε· Μὴ γῆ ἐγενόμην κεχερσωμένη; Τουτέστιν, Οὐ μυρίους ἐδρέψασθε παρ' ἐμοῦ καρπούς; οὐκ ηὐλόγησα τὴν εἴσοδον ὑμῶν καὶ τὴν ἔξοδον ὑμῶν, τὰ ποίμνια ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν, τὸν ἄρτον ὑμῶν, καὶ τὸ ὕδωρ ὑμῶν; οὐκ ἐν ἀσφαλείᾳ κατέστησα; οὐ πᾶσιν ἀχειρώτους εἰργασάμην, οὐ φοβεροὺς καὶ ἀμάχους; οὐ καθάπερ ἀπὸ πηγῶν πάντα ἡμῖν ἐπέῤῥει τὰ ἀπὸ τῆς γῆς, τὰ ἀπὸ τοῦ οὐρανοῦ; Τὸν γὰρ ἄρχοντα ταῦτα μάλιστα δείκνυσι, τὸ προνοεῖν τῶν ὑπηκόων, τὸ κήδεσθαι καὶ φροντίζειν. βʹ. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς, οὐκ εἶπε, Τιμᾶται καὶ θεραπεύεται, ἀλλὰ, τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ἀρχὴ, τοῦτο ποιμαντικὴ ἐπιστήμη, τὸ τὰ αὑτοῦ παρορᾷν, καὶ τὰ τῶν ἀρχομένων μεριμνᾷν. Ὅπερ γάρ ἐστιν ἰατρὸς, τοῦτό ἐστιν ἄρχων· μᾶλλον δὲ καὶ ἰατροῦ πλέον. Ὁ μὲν γὰρ ἰατρὸς τῇ τέχνῃ τὴν σωτηρίαν περιποιεῖται· ὁ δὲ ἄρχων καὶ ἐν τοῖς ἰδίοις κινδύνοις. Ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε, ῥαπισθεὶς, σταυρωθεὶς, τὰ μυρία παθών. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. ∆ύο τοίνυν μᾶλλον δὲ καὶ τρεῖς καὶ μυρίας τίθησιν ἐνταῦθα εὐεργεσίας, ὅτι βαρβάρων ἀπήλλαξεν, ὅτι τῆς ἀλλοτρίας ἠλευθέρωσεν, ὅτι δουλείας ἐξέβαλεν, ὅτι πόνους ἔλυσε καὶ ταλαιπωρίας, ὅτι μυρία θαύματα εἰργάσατο· εἶτα ὅτι καὶ ἁγίασμα αὑτοῦ αὐτοὺς κατηξίωσε γενέσθαι καὶ ὑπηκόους. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εὐεργεσίας εἶδος, τὸ ἐν τάξει τῶν ὑπηκόων αὐτοὺς καταλέγειν. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ὅρα τὸν λόγον κορυφούμενον, καὶ τὴν εὐεργεσίαν αὐξανομένην. Τί γὰρ δεῖ λέγειν, φησὶ, περὶ βαρβάρων καὶ ἐθνῶν, ὁπότε καὶ