262
ἄγαν νηπίοις ὅτι πατέρων ἐστὶν ἀπαρίθμησις ὁ τῶν μνημονευθέντων τούτων ὀνομάτων κατά λογος; εἰ γὰρ ὁ Σὴθ τοῦ Ἀδὰμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἀδάμ. οὕτως εἰπέ μοι καὶ τοῦ ἐπὶ πάντων θεοῦ πατὴρ τίς; εἰπὲ τῷ ἐρωτῶντι, ῥῆξον φω νήν, ἀπόκριναι, πᾶσαν τὴν λογικήν σου τέχνην πρὸς τὴν πεῦσιν ταύτην συγκίνησον· ἆρ' εὑρήσεις τινὰ λόγον τὴν 2.1.622 τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς ὁ τοῦ ἀγεν νήτου πατήρ; ἔχεις εἰπεῖν ὅστις; οὐκοῦν οὐκ 20ἀγέν νητος20; ἀλλὰ συνθλιβόμενος ἐρεῖς πάντως, ὃ δὴ καὶ εἰπεῖν ἐστιν ἐπάναγκες ὅτι "1οὐδείς"2. τί οὖν, ὦ φίλ τατε, ἆρά σοι οὔπω λέλυται ἡ μαλθακὴ τοῦ σοφίσματος αὕτη διαπλοκή; ἆρα συνῆκας τοῖς ἰδίοις κόλποις ἐνσι ελίσας; τί φησιν ὁ μέγας Βασίλειος; ὅτι ὁ ἀγέννητος ἐξ οὐδενός ἐστι πατρός. ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων ἡ ἀκολουθία κατὰ τὸ σιωπώμενον συνομολο 2.1.623 γεῖσθαι δίδωσι τοῦ πατρὸς τὴν προσθήκην. σὺ τὸ ἐξ οὐδενὸς πατρὸς τὸ 20μηδὲν20 ἐποίησας, καὶ πάλιν τὸ 20μη δὲν εἰς τὸ πάντη μὴ ὂν20 μεταλαβὼν τὸν λελυμένον ἐκεῖνον συλλογισμὸν συνεπέρανας. οὐκοῦν τὰ σοφά σου ταῦτα τῆς τεχνικῆς ἀγχινοίας πρὸς σὲ μεταχθήσεται. τίς 20τοῦ ἀγεννήτου20 πατήρ, ἐρωτῶ; οὐδείς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην. ὁ γὰρ ἀγέννητος πατέρα πάντως οὐκ 2.1.624 ἔχει. εἰ τοίνυν οὐδεὶς τοῦ 20ἀγεννήτου20 πατήρ, τὸ δὲ οὐ δεὶς παρὰ σοῦ πρὸς τὸ 20μηδὲν20 μετελήφθη, τὸ δὲ 20μηδὲν20 κατὰ τὸν σὸν λόγον 20τῷ πάντη μὴ ὄντι20 ταὐτόν ἐστι κατὰ τὴν ἔννοιαν, 20ἀκώλυτος δὲ τῶν ἰσοδυναμούν των20, καθὼς φῄς, 20ἡ μετάληψις20, ὁ εἰπὼν ὅτι οὐδείς ἐστι τοῦ ἀγεννήτου πατὴρ 20ἐκ τοῦ πάντη μὴ ὄντος20 εἶναι λέγει τὸν ἐπὶ πάντων θεόν. 2.1.625 20Τοιοῦτον20, ὡς ἔοικεν, 20ἐστίν20, ὦ Εὐνόμιε, 20κακόν20 (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ 20τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι20 (μικρὸν γὰρ ἴσως τὸ τοιοῦτον εἰς δυστυχίαν), ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν καὶ μὴ γινώσκειν, ὅσον ἐστὶ τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου 2.1.626 καὶ τοῦ χερσαίου θηρίου. εἰ γὰρ ἐφεώρα τὸν βίον ἡμῶν τὸ ὀξὺ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπόλει τὴν ἀνθρω πίνην ζωὴν τῷ τῆς σοφίας πτερῷ, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ῥοίζῳ τῶν λόγων, οἵῳ τῷ ὀστράκῳ τῆς ἀνοίας συμ πεφυκὼς πρὸς τίνα δι' ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὕβρεσι ταῖς κατ' αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι παρὰ 2.1.627 τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίαις θηρώμενος. πλὴν ἀλλ' οὐκ ἀπελπιστέον σοι καὶ τῶν ὀνύχων ἐκείνου. τὸ γὰρ ἡμέτερον ὡς μὲν πρὸς ἐκεῖνον ὄνυχος μοῖρα κρινόμενον πολλοῦ ἂν εἴη, πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἱκανὸν εἶναί σοι περιρρῆξαι τῆς ἀπάτης τὸ ἔλυτρον καὶ δεῖξαι τὴν ἐγκεκρυμμένην τῷ ὀστράκῳ ἀσχημοσύνην. Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τῆς νίκης ἢ τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον, δι' ὧν γίνεται τῷ νενικηκότι τῇ κρίσει τῶν βραβευόντων ἡ ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος, ἐπεὶ οὖν δὶς ἤδη καταβληθεὶς ἐν τοῖς προλαβοῦσι λόγοις Εὐνό μιος οὔπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια, ἀλλ' ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονίζεται ἐν τῇ συνήθει παλαίστρᾳ τοῦ ψεύδους εἰς τοὺς ὑπὲρ τῆς ἀπάτης ἀγῶνας ἑαυτὸν ἐπιρ ρώσας, ἀναγκαίως καὶ νῦν δι' ἡμῶν ὁ τῆς ἀληθείας λόγος πρὸς τὴν τοῦ ψεύδους ἀνατροπὴν ἀντεγείρεται, τῷ νικοποιῷ τε καὶ ἀγωνοθέτῃ τῆς νίκης ἀναθεὶς τὰς ἐλπίδας καὶ ἅμα τῇ κακοτεχνίᾳ τῶν τοῦ ἐναντίου παλαισμάτων ἐνδυναμού 3.1.2 μενος. ὁμολογοῦμεν γὰρ ἀνεπαισχύντως ἡμεῖς μήτε τινὰ λόγον διὰ ῥητορικῆς τεθηγμένον ἐπὶ τοὺς ἀγῶνας παρε σκευάσθαι μήτε δεινότητα διαλεκτικῆς ἀγχινοίας εἰς συμ μαχίαν κατὰ τῶν ἀντιτεταγμένων προβάλλεσθαι, ἣ καὶ τὴν ἀλήθειαν πολλάκις εἰς ὑπόνοιαν ψεύδους ἐπὶ τῶν ἀπείρων ἀντιμεθίστησιν. ἀλλὰ μία δύναμις τοῦ ἐν ἡμῖν λόγου κατὰ τοῦ ψεύδους ἐστὶ πρῶτον μὲν αὐτὸς ὁ ἀληθινὸς λόγος, ἰσχὺς τοῦ ἡμετέρου λόγου γινόμενος, ἔπειτα δὲ καὶ ἡ τῶν ἀντι τεταγμένων σαθρότης,