267
Ὡς τοίνυν ταῦτα παρὰ πάντων ὁμολογεῖται τῶν εὖ φρονούντων μετὰ τοιαύτης διανοίας ἀναγινώσκεσθαι μᾶλλον ἢ μετὰ τῆς τοῖς ῥητοῖς ἐπιφαινομένης κατὰ τὸ πρόχειρον, οὕτως εἰκός ἐστι ἐκ τοῦ ἀκολούθου προσεχῶς τούτοις τὴν φωνὴν ἐκείνην συγγεγραμμένην μὴ ἁπλῶς τε καὶ ἀνεξετάστως παρὰ τῶν εὖ φρονούντων παραδεχθῆναι. 3.1.33 Ἐὰν ἀναγγείλω ὑμῖν, φησί, τὰ καθ' ἡμέραν γινόμενα, μνη μονεύσω τὰ ἐξ αἰῶνος ἀπαριθμήσασθαι· κύριος ἔκτισέ με. τί μοι πρὸς ταύτην ἐρεῖ τὴν φωνὴν ὁ τῆς λέξεως δοῦλος, ὁ τῷ ἤχῳ τῶν συλλαβῶν Ἰουδαϊκῶς προσκαθήμενος; ἆρ' οὐ δοκεῖ ξενισμὸν ἐμποιεῖν τῇ ἀκοῇ τῶν ἐπιστατικωτέρων ἡ σύνταξις· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, κύριος ἔκτισέ με; ὡς ἐὰν μὴ ἀναγγείλῃ τὰ καθ' ἡμέραν γινόμενα, κατὰ τὸ ἀκόλουθον καὶ τὸ ἐκτίσθαι πάντως ἀρ 3.1.34 νήσεται. ὁ γὰρ εἰπὼν ὅτι ἐὰν ἀναγγείλω, ἐκτίσθην, δέδωκε νοεῖν κατὰ τὸ σιωπώμενον ὅτι οὐκ ἐκτίσθην, ἐὰν μὴ ἀναγ γείλω. Κύριος ἔκτισέ με, φησίν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρα σθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τίς ἡ καινὴ τῆς κατασκευῆς τοῦ κτίσματος τούτου τάξις; πρῶτον κτί ζεται, καὶ μετὰ τοῦτο θεμελιοῦται, καὶ τότε γεννᾶται. Κύριος ἐποίησε, φησί, χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκού 3.1.35 μενα τῆς ὑπ' οὐρανόν. ποῖον κύριον λέγει ποιητὴν χώρας ἀοικήτου καὶ οἰκουμένης; πάντως ὅτι τὸν καὶ τὴν σοφίαν ποιήσαντα· ἐκ γὰρ τοῦ αὐτοῦ προσώπου καὶ οὗτος κἀκεῖνος ὁ λόγος, ὅ τε τὸ ἔκτισέ με κύριος λέγων καὶ ὁ προστιθεὶς τὸ ἐποίησε κύριος χώρας καὶ ἀοικήτους. οὐκοῦν ἐπίσης τῶν δύο δημιουργὸς ἔσται ὁ κύριος, αὐτῆς τε τῆς 3.1.36 σοφίας καὶ τῆς οἰκουμένης τε καὶ ἀοικήτου χώρας. ποῦ τοίνυν τὸ Πάντα διὰ τοῦ υἱοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; εἰ γὰρ ὁ αὐτὸς κύριος καὶ τὴν σοφίαν κτίζει, ἣν ἀντὶ τοῦ υἱοῦ νοεῖν συμβουλεύουσι, καὶ τὰ καθ' ἕκαστον ὅσα ἡ κτίσις ἔχει, πῶς ἀληθεύει ὁ ὑψηλὸς Ἰωάννης πάντα λέγων δι' αὐτοῦ γεγενῆσθαι; ἀντιφθέγγεται γὰρ ἡ γραφὴ αὕτη πρὸς τὴν τοῦ εὐαγγελίου φωνὴν, τῷ τὴν σοφίαν κτίσαντι τῆς ἀοικήτου τε καὶ οἰκουμένης χώρας ἀνατιθεῖσα τὴν ποίησιν. 3.1.37 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς πάντα· θρόνον θεοῦ τινα δι εξέρχεται ἐπ' ἀνέμων ἀφοριζόμενον καὶ ἰσχυρὰ γίνεσθαι τὰ ἄνω νέφη λέγει καὶ ἀσφαλεῖς τὰς ὑπουρανίους πηγὰς καὶ πολλὰ τοιαῦτα περιέχει ἡ σύμφρασις, πολλὴν ἐπιζητοῦντα τὴν διὰ λεπτῆς τινος καὶ διορατικῆς φρενὸς εὑρισκομένην ἐν τοῖς προκειμένοις διάνοιαν. τίς ὁ ἐπ' ἀνέμων ἀφοριζό μενος θρόνος; τίς ἡ ἀσφάλεια τῶν ὑπὸ τὸν οὐρανὸν πηγῶν; 3.1.38 πῶς ἰσχυρὰ γίνεται τὰ ἄνω νέφη; εἰ γάρ τις πρὸς τὰ φαινόμενα κρίνοι τὸν λόγον, πολλὴν εὑρήσει μάχην τῶν πραγμάτων πρὸς τὰ λεγόμενα. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν ἢ τῷ λίαν καθομιλεῖν τῇ τοῦ ἡλίου θερμότητι ἢ τῷ καθ' ὑπερβολὴν ἀφεστάναι διὰ τὴν καθ' ἑκάτερον ἀμετρίαν ἐστὶν ἀοίκητα, τὰ μὲν ξηρά τε καὶ διακαῆ πέρα τοῦ μετρίου γινόμενα, τὰ δὲ τῷ ὑγρῷ πλεο νάζοντα καὶ κατεψυγμένα διὰ τῆς πήξεως, οἰκεῖται δὲ μόνα ὅσα τῆς καθ' ἑκάτερον τῶν ἐναντίων ἀκρότητος ἐπί 3.1.39 σης ἀπῴκισται; εἰ δὲ τὸ μέσον τῆς γῆς ὑπὸ τῶν ἀν θρώπων διείληπται, πῶς τὰ ἄκρα τῆς ὑπὸ τὸν οὐρανὸν οἰκεῖσθαι ἡ παροιμία λέγει; τίς γὰρ ἰσχὺς ἐνθεωρηθείη τοῖς νέφεσιν, ὡς ἀληθεύειν τὸν λόγον κατὰ τὴν πρόχειρον ἔννοιαν, ὅς φησιν ἰσχυρὰ γεγενῆσθαι τὰ ἄνω νέφη; μανό τερος γάρ τίς ἐστιν ἀτμὸς ἡ τοῦ νέφους φύσις κατὰ τὸν ἀέρα διαχεόμενος, ὃς ἐποχεῖται μὲν τῷ ἐναερίῳ πνεύματι διὰ πολλὴν λεπτότητα κοῦφος γινόμενος, συρρυεὶς δὲ πρὸς ἑαυτὸν ἐκ τῆς συμπιλήσεως διεκπίπτει τοῦ ἀνέχοντος πνεύ 3.1.40 ματος, σταγὼν βαρεῖα γινόμενος. τίς οὖν ἐστιν ἐν τούτοις ἡ ἰσχύς, ἐν οἷς οὐδεμία τοῖς ἁπτομένοις ἀντίληψις γίνεται; τὸ γὰρ μανὸν τοῦ ἀέρος καὶ εὐδιάχυτον καὶ ἐπὶ τοῦ νέ φους ἔστιν ἰδεῖν. πῶς δὲ πάλιν ἐπὶ τῇ ἀστάτῳ τῶν ἀνέμων φύσει ὁ θεῖος ἀφορίζεται θρόνος; τὸ δὲ πρῶτον κτίζεσθαι καὶ ἐπὶ τέλει λέγειν γεννᾶσθαι καὶ διὰ μέσου τούτων θε