297
ὧν ἡ χώρα μάλιστα εὐπόρει, εἶτα ἀποθλίβοντες καὶ σταφυλὰς καὶ τοῦ ἀποῤῥέοντος αὐτίκα ἐμφορούμενοι, εἰς πυρετοὺς ἐνέπιπτον καὶ φθόας, ἔπειτα ἀπέθνησκον κατεργαζόμενοι ὑπὸ τῆς νόσου. καὶ τῶν τε μάλιστα ἐν λόγῳ ἐτεθνήκεσαν οὐκ ὀλίγοι, καὶ τῆς στρατιᾶς ὑπὲρ πεντακοσίους καὶ χιλίους· Ῥωμαίων δὲ τῶν βασιλεῖ συνόντων οὐδὲ εἷς, οὔτε μὴν ἐνόσησεν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἐπεὶ ἐπύθετο τὸν Καντακουζηνὸν βασιλέα στρατιὰν ἔχοντα ἐκ Τριβαλῶν περὶ Φερὰς ἐστρατοπεδευμένον εἶναι καὶ μέλλοντα εἰς ∆ιδυμότειχον ἐπανήκειν, κατὰ τάχος ἔπεμπε τριήρεις εἰς Χριστούπολιν, ἅμα δὲ καὶ στρατιὰν ἐκ τῆς ἠπείρου, ὡς τὸ ἐκεῖσε τείχισμα φυλάξοντας καὶ κωλύσοντας διαβαίνειν τὴν στρατιάν. ἦν γὰρ ὁ τόπος ἐπιτηδείως ἔχων εἰς φυλακὴν τὴν ἐκ τῶν ὁπλιτῶν, οὐ διὰ τὸν ἐπιτειχισμὸν μόνον, ἀλλ' ὅτι καὶ κρημνώδης ὢν δύσκολον τοῖς ἱππεῦσι παρείχετο τὴν δίοδον, μάλιστα εἰ καὶ ὑπό τινων κωλύοιντο. οἱ Τριβαλοὶ δὲ μάλιστα μὲν διὰ τὴν νόσον καὶ τὸ πολλοὺς ἀποθνήσκειν καθ' ἡμέραν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πυθέσθαι τὸ τείχισμα ὑπὸ Ῥωμαίων κατεχόμενον, ἀνα 2.294 στρέφειν ἔγνωσαν ἐκ τῶν Φερῶν πρὸς τὴν οἰκείαν. βασιλεὺς δὲ, ἐπεὶ βιάζεσθαι οὐκ ἐνῆν οὕτω πάσχοντας κακῶς ὑπὸ τῆς νόσου, τοὺς ἐν τέλει πάντας καὶ ἡγεμόνας συναγαγὼν, παρῄνει μὴ ἀθυμεῖν, μηδὲ τὴν ἀποτυχίαν ταύτην ὥς τι τῶν δεινῶν λογίζεσθαι, ἀλλ' ἐκεῖνο ἐνθυμουμένους, ὡς πάντα μὲν θεοῦ προνοίᾳ διοικεῖται· ἀδύνατον δέ τι τῶν μὴ δεόντων ὑπ' ἐκείνου πράττεσθαι, πάντα στέργειν, ὡς μάλιστα λυσιτελῶς ἡμῖν πραττόμενα παρὰ θεοῦ. καὶ τὸ νῦν μὲν ἔχον, ἐπανελευσόμεθα πρὸς τὴν οἰκείαν, ὀλίγῳ δὲ ὕστερον πάλιν παρασκευασάμενοι, ἐλευσόμεθα εἰς ∆ιδυμότειχον, ἂν φίλον ᾖ θεῷ. οἱ μὲν οὖν Τριβαλοὶ πολλὰς χάριτας ὡμολόγουν βασιλεῖ πρὸς τὴν παραίνεσιν. καὶ γάρ τοι μάλιστα χαίροντες πρὸς τὴν ἐπάνοδον, ὅμως μὴ προσκρούειν βασιλεῖ ἐβούλοντο, δοκοῦντες ἄκοντος ἀναχωρεῖν. Ῥωμαῖοι δὲ ἐν δεινῷ ἐτίθεντο καὶ οὐδὲν ἐνόμιζον ἀπεοικέναι τὴν ὁδὸν ἐκείνην, ἢ εἰ πρὸς Ἀχέροντα βαδίζειν ἠναγκάζοντο, καὶ δεινῶς ἐθορυβοῦντο καὶ ἐστασίαζον, πρὸς τοὺς ἐν Χριστουπόλει βουλόμενοι ἀποχωρεῖν. ὁρῶν δὲ ὁ βασιλεὺς τὴν διχόνοιαν αὐτῶν καὶ τὴν μελετωμένην ἀποστασίαν, περιστησάμενος ἑαυτῷ καὶ ὑπομνήσας, ὡς οὐκ ἰδίας πλεονεξίας ἢ τιμῆς ἐπιθυμίας, ἀλλ' αὐτῶν ἕνεκα δεομένων, μὴ περιιδεῖν διαφθαρέντας καὶ δουλωθέντας Ἀποκαύκῳ τῷ παρακοιμωμένῳ, τὸν ἀγῶνα ὑπελθεῖν· ἔπειτα καὶ ὧν ἐν ἀρχῇ τοῦ πολέμου μάλιστα διαλεχθείη πρὸς αὐ 2.295 τοὺς, ὡς οὔτε δίκαιον, οὔτε ἄλλως εὐσεβὲς, νῦν μὲν πάντας πρὸς τὸ βασιλέα γίνεσθαι παρακαλεῖν καὶ μίαν ταύτην ὁδὸν σωτηρίας συνορᾷν, ὕστερον δὲ, ἂν μὴ κατὰ γνώμην τὰ πράγματα ἐκβαίνῃ, καταλείποντας αὐτὸν ἐν τοῖς κινδύνοις ἕκαστον ἀναχωρεῖν, ὅποι ἂν δοκῇ συμφέρειν· αὖθις παρῄνει μὴ μικροψυχεῖν, μηδ' ἀπαγορεύειν πρὸς τοὺς πόνους καὶ τοὺς κινδύνους, ἀλλ' ἀνδράσιν πρέπουσαν γενναίοις ἐπιδεικνυμένους εὐψυχίαν τε καὶ τόλμαν, καρτερεῖν ἐν τοῖς δεινοῖς. οὐδὲ γάρ τι τῶν μεγάλων καὶ ἐπαινουμένων ἄνευ πόνων ἄν ποτέ τινι κατορθωθείη. εἰ δ' ἥττηνται παντάπασιν ἐν τοῖς δεινοῖς καὶ ἀντέχειν πρὸς αὐτὰ οὐκέτι οἷοί τε εἰσὶν, ἀλλὰ τῶν προτέρων ἐπιλελησμένοι λοιδοριῶν καὶ μέμψεων, αἷς τοὺς ἐκ Γυναικοκάστρου ἀποστάντας ἔβαλλον, πρὸς τὰ ἴσα ὥρμηνται καὶ αὐτοὶ νυνὶ, πρῶτα μὲν μέμφεσθαι καὶ αὐτοῖς δικαίως, ὡς τὰ ὑπεσχημένα παραβαίνουσι καὶ φαινομένοις κακοῖς περὶ αὐτὸν, ἡνίκα μάλιστα ἔδει συνόντας ὠφελεῖν. ἔπειτα οὐ κατασχήσειν ἄκοντας. οὐδὲ γὰρ οὐδ' ἐξαρχῆς αὐτῷ τι πρὸς ἀνάγκην τινὶ εἰργάσθαι, ἀλλ' αὐτὸς μᾶλλον καὶ ἃ μὴ κατὰ γνώμην ἦν πρὸς ἀνάγκην πράττειν ἤγετο. ἀλλ' οἷς μὲν ἡδὺ τοὺς μετ' αὐτοῦ πόνους καὶ κινδύνους καὶ θάνατον, εἰ δέοι, τῶν παρὰ τοῖς πολεμίοις δοκούντων ἀγαθῶν ἀλλάττεσθαι, ἰέναι πρὸς αὐτὸν, ἵν' εἰδείη καὶ αὐτὸς, τίσι τὰς ἀμοιβὰς τῶν πόνων ἀξίας, καιροῦ καλοῦντος καὶ θεοῦ συναιρομένου, ἀποδοίη· τοὺς δ' αὐτῷ μὴ συγκινδυνεύειν αἱρουμένους ἀποχωρεῖν. αὐτίκα τε εἰς 2.296 δύο διῃροῦντο. καὶ οἱ πλείους μὲν