327
πολλὰ ἐπαγγειλάμενος αὐτὸν καὶ γένος, εἰ βέλει τρώσειε λάθρα βασιλέα δηλητηρίῳ κεχρισμένῳ, οἷς χρῆσθαι εἴωθεν ἐπὶ θηρία. παρῄνει τε θαῤῥεῖν, ὡς ῥᾷστα καὶ σὺν οὐδενὶ πόνῳ τὸ πρᾶγμα διανύσοντα. ἤκουε γὰρ, βασιλέα 2.378 Καντακουζηνὸν εἰωθέναι μάλιστα ἀρχομένης τῆς νυκτὸς ἐπί τινος ἑστάναι τόπου τὴν ἐσθῆτα ἀποδύντα, εὐφυῶς πρὸς τὸ τὴν ἀπὸ τοῦ θέρους ἀλέαν καταψύχειν ἔχοντα, ἐφ' οὗ δύναιτ' ἂν βάλλεσθαι ῥᾳδίως. ἃ ἐδίδασκε τὸν τοξότην ἐκεῖνον, οὐδὲ αὐτὸν τὸν τόπον ἀγνοοῦντα. ὁ δὲ τὸ ἀπολύεσθαι τῶν δεσμῶν ποιούμενος περὶ πλείστου καὶ τῶν εὐεργεσιῶν τὸ μέγεθος ἐννοῶν, ἃς αὐτῷ ἐπηγγέλλετο ὁ μέγας δοὺξ, ὑπέσχετο τὴν ἐπιχείρησιν. καὶ γενόμενος ἐν Βεῤῥοίᾳ, νυκτὸς ἤδη ἐπιγενομένης, παρὰ τὸν τόπον τε ἐγένετο καὶ βάλλειν ἐπεχείρει βασιλέα συνήθως ἑστῶτα καὶ τοῖς συνοῦσι προσδιαλεγόμενον· καὶ μέλλοντι ἤδη ἔργου ἔχεσθαι καὶ τείνειν τὸ τόξον, τὸ βέλος ἐξέπιπτε τῆς νευρᾶς λαθόν. ἐκεῖνος δὲ μὴ ἔχων ὅπως ἀνέλοιτο τὸ βέλος, ἐπὶ τοῦ τείχους γὰρ τῆς πόλεως ἦν ἑστὼς, τὸ δὲ κατέπιπτεν ἐντὸς, ἐδεδίει δὲ, μὴ φωραθείη τοιαῦτα κακουργῶν, περιμείνας ἄχρι παρελθεῖν τὸν βασιλέα, τὸ βέλος ἀνελόμενος, οἴκαδε ἀνεχώρει, γνώμην ἔχων, ὡς αὖθις εἰς τὴν ὑστεραίαν ἐπιχειρήσων. ἐπιγενομένης δὲ καὶ τῆς δευτέρας νυκτὸς, ἐκεῖνός τε αὖθις τοῖς ἴσοις ἐπεχείρει, καὶ τὸ βέλος, τῶν χειρῶν ὁμοίως ἐκπεσὸν, ἄπρακτον ἐποίει ἐπανήκειν. ἐπεὶ δὲ καὶ ἡ τρίτη ἥκει, ὁ μὲν ἐχώρει πρὸς τὸ ἔργον αὖθις καὶ σπουδὴν ἐποιεῖτο πλείστην, μὴ τὰ ἴσα ταῖς προτέραις νυξὶ παθεῖν. ἕλκοντι δὲ τὸ τόξον ἤδη ἐῤῥήγνυτο ἀθρόον ἡ νευρὰ, ὥσπερ τινὸς αὐτὴν διατεμόντος· ἦν δὲ, ὡς ἔφασκε, καινὴ ἔτι καὶ δυσπαθεστάτη. τούτου δὲ 2.379 γεγενημένου, ἔννοιά τις αὐτὸν εἰσῄει, μὴ μάτην τά τε νῦν καὶ τὰ πρότερα γεγενῆσθαι, ἀλλὰ θείαν τινὰ δύναμιν εἶναι τὴν φρουροῦσαν βασιλέα, ὑφ' ἧς σφάλλεται αὐτὸς τοιούτοις ἀνοσίοις ἔργοις ἐγχειρῶν. αὐτίκα τε τὸ βέλος ἔχων καὶ τὸ τόξον, τοῖς βασιλέως προσέπιπτε ποσὶ καὶ πάντα ὅσα συμβαίη διηγεῖτο ἀπαρχῆς, τὸ παραπεπεῖσθαι πολλαῖς ὑποσχέσεσι παρὰ μεγάλου δουκὸς, εἰ δυνηθείη ἀνελεῖν· τὸ βέλος ὡς δὶς ἐκπέσοι τῶν χειρῶν, καὶ τὰ τελευταῖα νῦν τῆς νευρᾶς τὴν ῥῆξιν, ἣν ὑποσταίη κατ' οὐδένα λόγον. καὶ ἐδεῖτο συγγνώμης τινὸς τυχεῖν, ὡς οὐ κατὰ βασιλέως μᾶλλον, ἢ κατὰ θεοῦ χεῖρα ἄδικον κεκινηκώς. εἰ δὲ καὶ τιμωρίας ἄξιος κριθείη, πάντα οἴσειν, ὅσα ἂν βασιλεὺς ἐπιψηφίσαιτο, ὡς δίκαια. τοιαῦτα διηγουμένου τοῦ ἀνθρώπου, οἵ τε ἄλλοι οἱ παρόντες πολλὰς ἠφίεσαν φωνὰς εὐχαριστηρίους θεῷ ἐπὶ τῇ παραδόξῳ τοῦ βασιλέως σωτηρίᾳ· πολλοὶ δὲ καὶ εἰς δάκρυα φανερῶς ἐνήγοντο, εἰς ἔννοιαν ἐρχόμενοι τῆς δικαιοκρισίας τοῦ θεοῦ, καὶ ὡς οὐδὲν τῶν ὄντων λέληθε τὴν πρόνοιαν αὐτοῦ. καὶ βασιλεὺς αὐτὸς μετὰ στεναγμῶν ὡμολόγει χάριτας πολλὰς θεῷ, ὅτι οὕτω φιλανθρώπως ῥύεται ἐκ τῶν ἀδίκως ἐπιβουλευόντων· τὸν δὲ ἄνθρωπον οὐ συγγνώμης ἠξίου μόνον, ἀλλὰ καὶ δωρεῶν πολλῶν, ὅτι μὴ συνέκρυπτε τὰ τοῦ θεοῦ παράδοξα, φθονήσας τοῖς πολλοῖς τῆς ὠφελείας. ξβʹ. ∆οὺξ δὲ ὁ μέγας ἐπεὶ μάθοι καὶ ταύτην ἐσκαιω 2.380 ρημένην τὴν ἐπιβουλὴν εἰκῆ, ἐβουλεύετο μετὰ τῶν συνόντων, ὅ,τι δέοι πράττειν. Μονομάχος δὲ ὁ μέγας κονοσταῦλος, ἐπεὶ πρότερον περὶ εἰρήνης πολλὰ διαλεχθεὶς, ἔγνω μὴ καθ' ἡδονὴν τοὺς λόγους δουκὶ τῷ μεγάλῳ γεγενῆσθαι, περὶ εἰρήνης μὲν τὸ δεύτερον οὐδὲ ἐπεμνήσθη, συνεβούλευε δὲ, ἢ καθημένους ἐν Θεσσαλονίκῃ κρύφα διαλέγεσθαι καὶ διαφθείρειν τοὺς συνόντας βασιλεῖ, ἐφ' οἷς πολλοῦ τε χρόνου καὶ μεγάλων δεήσονται ἀναλωμάτων, ἢ εἰ ταῦτα δυσχερῆ διὰ τὴν ἔνδειαν τῶν χρημάτων, παρασκευασαμένους ἰέναι ἐπ' ἐκεῖνον, ὡς ἐν ταύτῃ τῇ μάχῃ περὶ τῶν ὅλων διαγωνισομένους πρὸς αὐτόν. ἐκεῖνον γὰρ εἰδέναι οὐκ ἂν ἀποστησόμενον τῆς μάχης, οὐδὲ ὑπομενοῦντα τειχῶν ἐντὸς πολιορκεῖσθαι, κἂν εἰδείη καὶ σαφέστατα ἐκείνην τὴν ἡμέραν μαχόμενος πεσεῖσθαι, μάλιστα ἐπαγγειλάμενον μετὰ τρίτην ἡμέραν ἐπὶ τὸ ἡμέτερον ἥξειν στρατόπεδον μαχούμενον. οἱ μὲν οὖν ἄλλοι πάντες συνεπεψηφίζοντο καὶ οὐδ' αὐτοί τι τούτων χωρὶς πράττειν ἔφασαν προσῆκον εἶναι.