359
τραυμάτων καταπεσεῖν, τὰ μὲν τόξα ἀπέθεντο, τὰ δὲ ξίφη σπασάμενοι ὡς συγκόψοντες ἐπῆλθον αὐτοῖς. ἐξαναστάντες δὲ οἱ ̔Ρωμαῖοι καὶ αὐτοῖς προσπεσόντες, οια γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους ̔Ρωμαῖοι κατέκοψαν. ̓Αντώνιος μὲν ουν ὑπὸ τῶν πολεμίων οὐκέτι δεινὸν οὐδὲν επαθεν, ὑπὸ δὲ ψύχους τεταλαιπώρητο. χειμὼν γὰρ ην, καὶ τῆς ̓Αρμενίας τὰ πρόσορα, δι' ων ἐπορεύετο, κρυσταλλώδη ἀεί εἰσιν· οθεν συχνοὶ τῶν αὐτοῦ διεφθείροντο. διὸ ὑπῆλθε τὸν ̓Αρμένιον καὶ ἐθώπευσε, καίτοι δι' ὀργῆς ἐκεῖνον ποιούμενος. χρήματα δὲ τοῖς περιλειφθεῖσι διανείμας τῆς στρατιᾶς ἀπῆρεν εἰς Αιγυπτον πρὸς τὴν Κλεοπάτραν. δι' ην μεγάλως ὑπὸ τῶν ὁμογενῶν διεβέβλητο, οτι τε παῖδας ἐξ αὐτῆς εσχε καὶ οτι χώρας πολλὰς αὐτῇ ἐχαρίσατο. ουτως γὰρ τῷ ερωτι αὐτῆς καὶ ταῖς γοητείαις ἐδούλευσεν ὡς καὶ τὴν γυναῖκα αὐτοῦ τὴν ̓Οκταβίαν πρὸς αὐτὸν ἐκ ̔Ρώμης ἀφικνουμένην ἐπανελθεῖν κελεῦσαι καὶ μὴ αὐτῷ προσελθεῖν. 2.419 ̔Ο δὲ Καῖσαρ ηλθε μὲν εἰς τὴν Σικελίαν, χρονίσας δ' ἐν αὐτῇ διὰ τὸν χειμῶνα, καὶ μαθὼν ως τινα τῶν ἐθνῶν τῶν ̔Ρωμαίοις ὑποκειμένων διὰ τὴν ἀποδημίαν αὐτοῦ ἐπανέστησαν, ἐπανῆλθε καὶ ἐπ' ἐκείνους παρεσκευάζετο, καὶ τοὺς μὲν δι' ἑαυτοῦ, τοὺς δὲ δι' ἑτέρων προσηγάγετο καὶ ὑπέταξεν. ειτα καὶ ἐπὶ Παννονίους ἐστράτευσεν, οι νέμονται μὲν πρὸς τῇ ∆αλματίᾳ παρ' αὐτὸν τὸν Ιστρον ἀπὸ Νωρικοῦ μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Μυσίας, κακοβίωτοι μὲν οντες, ατε μὴ γῆς μηδ' ἀέρων ευ ηκοντες, οὐκ οινον γεωργοῦντες, οὐκ ελαιον, τὰς δὲ κριθὰς καὶ τὰς κέγχρους ἐσθίοντες ὁμοίως καὶ πίνοντες, νομίζονται δ' ουν ἀνδρειότατοι. ους καί τινες τῶν ̔Ελλήνων Παίονας προσηγόρευσαν, τὸ ἀληθὲς ἀγνοήσαντες· πρὸς γὰρ τῇ ̔Ροδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τὸ τῶν Παιόνων εθνος ἐστί, τούτους δὲ Παννονίους καὶ οἱ αλλοι καλοῦσι καὶ αὐτοὶ ἑαυτούς. ἐπὶ τούτους ὁ Καῖσαρ τότε στρατεύσας, καὶ διὰ μάχης αὐτοῖς πολλάκις χωρήσας, ὁμολογίᾳ προσηγάγετο υστερον. ̓Αντώνιος δὲ τὸν ̓Αρμένιον τιμωρήσασθαι μηχανώμενος οὐκ ἐνέλιπε πάντα λίθον κινῶν, τὸ τῆς παροιμίας, εως αὐτὸν ὑπηγάγετο εἰς τὸ στρατόπεδον εἰσελθεῖν. εἰσελθόντα δὲ κατέσχε καὶ ἐν ἀδέσμῳ ειχε φρουρᾷ, καὶ περιῆγεν αὐτὸν κατὰ τὰ φρούρια ενθα ἐκείνῳ οἱ θησαυροὶ ἐναπέκειντο, σπεύδων αὐτοὺς λαβεῖν. ὡς δ' οὐδὲν ηνυεν, οἱ γὰρ ̓Αρμένιοι τῶν παίδων αὐτοῦ τὸν πρεσβύτατον βασιλέα ἀνθείλοντο τὸν ̓Αρτάξην, εδησεν αὐτὸν ἁλύσεσιν ἀργυραῖς, οἱονεὶ τιμὴν αὐτῷ ταύτην νέμων ὡς βασιλεῖ· καὶ 2.420 πᾶσαν τὴν ̓Αρμενίαν κατέσχε, τοῦ ̓Αρτάξου πρὸς τοὺς Πάρθους ἀποχωρήσαντος, ἐπείπερ ἡττᾶτο μαχόμενος. ̓Αντώνιος δὲ τὰ μὲν στρατεύματα εἰς ̓Αρμενίαν κατέλιπεν, αὐτὸς δ' ἀνεκομίσθη πρὸς Αιγυπτον, μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων αγων ἐκεῖ τὸν ̓Αρμένιον· καὶ τήν τε λείαν τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν ̓Αρμένιον μετὰ τῶν οἰκείων περιβαλὼν χρυσέοις δεσμοῖς ἐκείνῃ προσήγαγεν. οἱ δὲ ουθ' ἱκέτευσαν αὐτὴν ουτε μὴν προσεκύνησαν, ἀλλ' ὀνομαστὶ προσηγόρευσαν. Μετὰ δὲ τοῦτο τὴν Κλεοπάτραν ̓Αντώνιος βασιλίδα βασιλέων καλεῖσθαι ἐκέλευσε, καὶ τοῦ προτέρου Καίσαρος αὐτὴν μὲν γυναῖκα ὠνόμαζε, τὸν δὲ υἱὸν αὐτῆς παῖδα ἐκείνου ὡς ἀληθῶς, ινα τὸν Καίσαρα τὸν ̓Οκτάβιον ὡς ποιητὸν ἐκείνου παῖδα καὶ μὴ γνήσιον διαβάλῃ, καὶ χώρας αὐτοῖς ενειμε. τοῖς δ' οἰκείοις παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας, κεκλημένοις Πτολεμαίῳ καὶ ̓Αλεξάνδρῳ, ἑτέρας πολλὰς προσκεκλήρωκε. τοιαῦτα δὲ πράττων ἐπέστελλε τῇ βουλῇ οτι τῆς ἀρχῆς τε παύσεται καὶ τὰ πράγματα ἐπ' αὐτῇ καὶ τῷ δήμῳ ποιήσεται, οὐχ ουτω φρονῶν, ἀλλ' οπως ταῖς παρ' αὐτοῦ ἐλπίσιν η ἀναγκάσωσι παρόντα τὸν Καίσαρα καταθέσθαι τὰ οπλα η μισήσωσιν ἀπειθήσαντα. Αχρι δὲ τοῦ ̓Αράξου ἐλθών, ὡς ἐπὶ τοὺς Πάρθους στρατεύων, ἠρκέσθη τῇ πρὸς τὸν Μῆδον ὁμολογίᾳ. συμμαχήσειν γὰρ ἀλλήλοις συνέθεντο, ὁ μὲν κατὰ τῶν Πάρθων, ὁ δέ γε κατὰ τοῦ Καίσαρος, καὶ στρατιώτας ἀλλήλοις ἀντέδοσαν. καὶ ὁ μὲν Μῆδος τῆς ̓Αρμενίας τῆς νεοκτήτου ἐξ ̓Αντωνίου εἰλήφει τινά, ̓Αντώνιος δὲ τὴν θυγατέρα αὐτοῦ ̓Ιωτάπην, ὡς 2.421 τῷ ̓Αλεξάνδρῳ τῷ